Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 337 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
337.p11
337.p11
ὡς οὐκ ἐξ ὄμβρων αὔξεται, ὅτι οὐκ ἐμπλήκτως οὐδʼ ὀξέως οὐδʼ ὡς ἂν τύχῃ φέρεται, ἀλλʼ ὃ δὴ λέγουσιν Αἰγύπτιοι, ἐργάζεται ὥσπερ ἄλλο τι· καὶ ἀεὶ τὸ ἔργον αὐτῷ κατὰ λόγον χωρεῖ. ἔπειθʼ ὁπόταν λήξωσιν οἱ ὑετοὶ καὶ ὁ πολὺς δή που τῶν ποταμῶν ὄγκος πέφυκεν ὑπορρεῖν οὐκ εἰς μακράν. πῶς οὖν ἐπὶ τοσοῦτον τοῦτον ἀνταρκεῖν φήσομεν ἐκ τοιαύτης αἰτίας; ἀφομοιοῦντες γὰρ αὐτὸν κατʼ ἄλλον τρόπον ποιοῦμεν ἀνόμοιον καὶ δύο τὰ ἀτοπώτατα μίγνυμεν, θέντες μὲν οὐχ ὁμοίως ἔχειν τοῖς ἄλλοις, εἶθʼ ὅμοιον ἀποφαίνειν πειρώμεθα, ὅμοιον δʼ αὖ τιθέντες δείκνυμεν οὐχ ὁμοίως διακείμενον. εἰ μὲν γὰρ τρισὶν ἢ τέτταρσιν ἢ καὶ διπλασίαις που τούτων ἡμέραις ἐπληροῦτο αὐτῷ τὸ κεφάλαιον, ἢ μὴ πολλοστόν γʼ ἦν τὸ τοσοῦτον τοῦ παντὸς χρόνου τῆς ἀναβάσεως, τάχʼ ἄν τι κομψὸν εὕρητο· εἰς τέταρτον δὲ μῆνα μάλιστα ἐξικνεῖσθαι καθʼ ἑκάστην ἡμέραν ὑψούμενον τίς λόγος ἐστὶν ἐξ ὑετῶν; καὶ μὴν οὐδʼ οἱ παρʼ ἡμῖν ποταμοὶ συνεχῶς τοῦ χειμῶνος τέτανται· ἀλλʼ ὗσεν, ἐπῆλθον· ἐπαύσατο, ὑφεῖσαν· μείζους καὶ ἐλάττους διατελοῦσι γιγνόμενοι παρὰ τοὺς ὄμβρους αὐτοῦ τοῦ χειμῶνος ἐκ μεταβολῆς. χρῆν τοίνυν καὶ τὸν Νεῖλον εἴπερ ἐξ ὑετῶν ᾔρετο, μὴ διηνεκῆ τὴν αὔξησιν ἴσχειν μηδʼ ἐπὶ προσθήκην ἀεὶ χωρεῖν ἐπὶ τὸ πλεῖστον καὶ μέγιστον ἐκ τοῦ βραχυτάτου καὶ πρώτου, μέχρι ἐξεπλήρωσεν, ἀλλʼ ἀνώμαλον καὶ μεταπίπτουσαν καὶ τὴν ἐπίδοσιν καὶ τὴν ἀναχώρησιν ἔχειν ἐν μέρει. ὥστʼ οὐκ ἂν ἦν τὸ λεγόμενον αὐτὸ τοῦτο ἀνάβασις τοῦ Νείλου, ἀλλʼ ἀναβάσεις ἂν ἦσαν πολλαὶ, καὶ πάλιν γε ἀπόρροιαι τοῦ θέρους ἑκάστου, καθότι κἀκ τῶν ὄμβρων συνέβη. ἔτι τοίνυν ὥσπερ τοῦ χειμῶνος οὐ συνεχεῖς τοὺς ὄγκους ἔχουσιν οἱ ποταμοὶ, οὕτω καὶ τοῦ θέρους ἐνίοτε ἐπιδιδόασι παρὰ τὴν σχέσιν τὴν οὖσαν ἡνίκʼ ἂν ὕσῃ. ἔτι τοίνυν ἃ τούτοις συμβαίνει, συνέβαινε καὶ τῷ Νείλῳ κατὰ θάτερα, καὶ ὁ Νεῖλος ἂν ηὔξετο τοῦ χειμῶνος ἐνίοτε ὥσπερ οὗτοι τοῦ θέρους. ὥστε ὁμοίως μὲν οὗτοι μείζους ἐγίγνοντʼ ἂν, τοτὲ μὲν τοῦ θέρους, τοτὲ δὲ τοῦ χειμῶνος ἑαυτῶν, ὁμοίως δὲ ὁ

Intertext edge

Open linked passage

Note