Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
339.p14
339.p14
καὶ τὰ κάτω τῆς Αἰγύπτου λαμπρῶς πολλάκις ὕεται, — ψακάδι μὲν γὰρ καὶ ἄνω πολλάκις ὡς ἐν χρόνοις, ἀλλὰ τά γε πρὸς θαλάττης καὶ κατὰ συνήθειαν πολλῷ—καὶ οὐδʼ ὁπωστιοῦν ἐπίδηλον τῷ Νείλῳ γίγνεται. καίτοι πῶς εἰκὸς τοὺς μὲν ἐν Αἰγύπτῳ γιγνομένους ὄμβρους μὴ κινεῖν αὐτὸν ὅσοι ποτʼ ἂν ὦσιν, ἀλλὰ πάσχειν τὸ ὕδωρ ταυτὸν ὅπερ τὸ εἰς τὴν θάλατταν εἰσχεόμενον ἀδήλως ἀναλοῦσθαι, ἐκ δὲ τῶν ἀπορρήτων τόπων, ὡς ἔοικε, τῆς οἰκουμένης ὑπάρχειν αὐτῷ τὴν ἐπίδοσιν, ὥσπερ σοφιζόμενον τὸν Νεῖλον ἢ δεδοικότα μὴ φανῇ διὰ τοῦτο αὐξανόμενος; εἰ δὲ ταῦτʼ ἐστὶ γέλως, τοιαῦτʼ ἐστὶν ἃ λέγουσιν οἱ προστιθέντες τὴν αἰτίαν τοῖς ὄμβροις.
339.p15
339.p15
βούλομαι δέ σοί τι καὶ περὶ τῶν νεφῶν μικρὸν διηγήσασθαι. ὅτε γὰρ τὸ δεύτερον εἰς Αἴγυπτον ἀνέπλεον τὸν εἰς κορυφὴν ἀνάπλουν, ἐνέτυχεν ἡμῖν περὶ τὸν Θηβαϊκὸν τόπον ἐν νομῷ ὄνομα Ἑρμουνθὶ ἄνθρωπος φυγὰς ἐκ τῆς κάτω πόλεως, Δραῦκος ὄνομα, φίλου καὶ ἑταίρου συμπλέοντος ἡμῖν συστήσαντος αὐτὸν, ὡς εἶδεν ἐκεῖ. ὡς δὲ συνέβη λυθῆναι τὴν φυγὴν αὐτῷ καὶ ἧκεν ἐπὶ θάλατταν, προσῄει πολλάκις ἡμῖν καὶ ἐχρώμεθα ὥσπερ εἰκὸς οἰκείως αὐτῷ. καί ποτε οὑτωσὶ περιεπατοῦμεν περὶ δείλην ὀψίαν ἐν τῷ μεγάλῳ δρόμῳ τῷ κατὰ τὰς στοὰς καὶ ἦσαν ἐτησίαι λαμπροί· ἀπεβλέψαμεν οὖν εἰς τὰ νέφη, καί τις ἔφη τῶν παρόντων, ταῦτα δὴ τὰ τοῦ Νείλου πνεύματα· οὕτω γάρ πως ὠνόμασε. καὶ ὃς ἐγέλασεν. ἐρομένου δέ μου ὅ τι αὐτῷ τοῦτο βούλοιτο, οὐκ οἶσθα, ἔφη, ὅτι ἐγὼ τρία ἑξῆς ἔτη κατετρίβην ἐπʼ ἄκροις Αἰγύπτου; οἶδα, ἔφην, ἀλλὰ τί τοῦτο; ὅτι ἐγὼ ἐν τοσούτῳ χρόνῳ τριφθέντι μοι πανταχῆ σκοπῶν οὐκ ἠδυνήθην ἰδεῖν νέφος αὐτόθι τοῦ θέρους, ἀλλὰ ἑστηκότα ἀκλινῆ τὸν ἀέρα ὥσπερ τὰ γεγραμμένα. καίτοι νομίζω, ἔφη, ὁρᾶν τά γε ἐγχωροῦντα, ἀλλʼ ἐγὼ οὐκ εἶδον νέφος, ἃ ὑμεῖς, ἔφη, οἴεσθε ἐνθένδε ἐλαυνόμενα ἄνω καταρρηγνύντα πληροῦν τὸν Νεῖλον. τοῦτο δὴ καὶ τότε ἀκούσας ἐθαύμασα καὶ ἥσθην, καὶ σοὶ νῦν ἀπομνημονεύσας ἐξήγγειλα, ὅπως εἰδείης πόρρω τοῦ ἀληθοῦς ὄντας καὶ τοὺς τούτῳ τῷ λόγῳ καταχρωμένους τε