Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
340.p16
340.p16
καὶ πεπιστευκότας καὶ ὅλως ἐπίστῃ τὸ τοῦ Νείλου πρᾶγμα ὅτι κινδυνεύει μόνος ποταμῶν οὐδέποτε ὁ αὐτὸς εἶναι, ἀλλʼ ἐν αὔξῃ καὶ φθίσει ῥέων ὁμαλῶς, εἰ δὲ βούλει ἀνωμάλως διατελεῖ, ταῖς ἡμέραις τε καὶ νυξὶ τὰ μάλιστά πως παραπλησίως καὶ τῷ περὶ τὴν σελήνην. ἀρχόμενός τε γὰρ εἰς ὕψος ἰέναι, ἐπάγων ἀεὶ ἕτερον ἐφʼ ἑτέρῳ, οὕτως προβαίνει τῇ προσθήκῃ προστιθεὶς, ἄχρι ἂν τὸ μήκιστον αὐξηθῇ, καὶ συναγερθεὶς ἅπας, ὥσπερ ὁ τῆς σελήνης κύκλος, ἄρχεται λήγειν αὖθις ὑποστρέψας, ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδοὺς ἐπὶ θάτερα· καὶ καταλαμβάνει πάλιν ἡ ἑτέρα περίοδος τῆς ἐπιρροῆς, πολλάκις δὲ καὶ ἐνέμεινε τῆς προτέρας ὅσον μὴ λαθεῖν. οὔτʼ οὖν παρὰ τὴν ἀνάβασιν ὁ αὐτός ἐστιν, ἀεὶ γὰρ αὔξεται, μέχρι ἂν τὰ τέλεια ὑψωθῇ, οὔτʼ αὖ παρὰ τὴν ἀπορροὴν, ἀεὶ γὰρ λήγει, μέχρι ἂν ἀποδῷ. οὕτω δή τοι τό γε τοῦ Νείλου θειότερόν τι καὶ ἰδιώτερον ἔοικεν εἶναι ἢ κατὰ τοὺς ἄλλους ποταμούς τε καὶ ῥεύματα, καὶ εἰ τούτου ζητοῦμεν αἰτίας, ζητῶμεν καὶ ὧν εἶπον, τί δή ποτε ἡμέρα μὲν ἡμέρας μικρὸν προφέρειν ἐτάχθη, μέχρι ἂν κορυφωθῇ τὸ μήκιστον, ἔπειτα ὑπολείπειν, ἄχρι ἂν εἰς τοὐλάχιστον ἀφίκηται, τὸ μὲν ἐξ ἀρχῆς ἑαυτῆς, εἶτα καὶ τῆς νυκτὸς ἐλάττων μετʼ ἰσημερίαν γιγνομένη, νὺξ δὲ ἀντιλαβοῦσα αὔξην ταὐτὰ ταῦτα πάσχει, ἐκ προσθήκης καὶ ἀφαιρέσεως προϊοῦσα καὶ ἐπανιοῦσα, μέχρι ἂν ὥσπερ οἱ γεωμέτραι καλοῦσιν εἰς ἐκεῖνο καταστῇ ὅθεν ἤρξατο φέρεσθαι, ταὐτά τε καὶ τἀναντία τῇ ἡμέρᾳ πάσχουσα ἀεί. καὶ γὰρ εἰ τὰ μάλιστά τις εἶναι ταῦτά γε φήσει φανερὰ, τῇ τοῦ ἡλίου πορείᾳ προστιθεὶς τὴν αἰτίαν, ἀλλʼ οὐκ αὐτῆς αὖ τῆς περὶ τὴν πορείαν τάξεως οὐδὲ τοῦ ταῦθʼ οὕτως ἀνάγκαις τὸ ἐξ ἀρχῆς κατακλεισθῆναι, οἷον εἰ βούλει τριμήνοις μὲν χρόνοις ὡρίσθαι τὰς μεταβολὰς, νυκτὶ δὲ καὶ ἡμέρᾳ τοσοῦτον τὸν σύμπαντα ἀποδοθῆναι χρόνον, εἶναι δὲ ὅρους τακτοὺς τῷ θεῷ πρὸς ἄρκτους καὶ μεσημβρίας, οὓς οὐχ οἷόν τε ὑπερβῆναι, τούτων οὐδενὸς δή που τὸ αἴτιον δείξει, πλὴν εἰ προσποιήσεται. καίτοι τοσοῦτόν γʼ ἐστὶ