Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
341.p17
341.p17
προὔργου τοῦ παραδείγματος, τοῦ μὲν γὰρ ἡλίου διττὴν οὖσαν τὴν κίνησιν ὁρῶμεν ὡς περὶ τῶν ὅλων περάτων εἰπεῖν, ἀφʼ ὧν καὶ τὰ μήκη καὶ τὰς βραχύτητας ἑκάστων τῶν χρόνων ἔξεστι συλλογίζεσθαι· ὅτε δʼ αὐτὸ τοῦτο ὁμολογεῖται περὶ Νείλου, μηδέπω καὶ νῦν εὑρῆσθαι πόθεν ὁρμᾶται καὶ τί τὸ νότιον πέρας αὐτοῦ, πῶς οἷόν τε τὴν αἰτίαν ζητεῖν, ἢ πῶς εἰπεῖν πόθεν αὔξεται; ἀλλʼ ἴσως οὐκ ἐπὶ τούτου μόνον, ὥσπερ ἔφην, ἀλλὰ καὶ ἐπʼ ἄλλων χαλεπὸν τὰς αἰτίας ἐξευρεῖν. τέτταρα δὲ ἐπὶ πᾶσι σημεῖα ποιησάμενος τοῦ μὴ τὰ νέφη μηδὲ τοὺς ἐτησίας ἀνάγειν τὸ ῥεῦμα, καὶ δὴ καταλύσω τὸν περὶ τούτου λόγον. ὧν ἓν μέν ἐστι τὸ καὶ πρὶν ἐτησίας συμβῆναι πολλάκις αἴρεσθαι τὸν ποταμὸν, δεύτερον δὲ τὸ μὴ καὶ συμβάντων ὅλως, τρίτον δὲ καὶ τέταρτον τούτοις ἀκόλουθα τὸ μὲν ὡς οὐ τηνικαῦτα μέγιστος ἐπέρχεται, ἡνίκʼ ἂν μέγιστοι καταίρωσιν ἐτησίαι καὶ νέφη πλεῖστα κινήσωσι, τὸ δʼ ἐναλλὰξ ὡς οὐ τηνικαῦτα αὖ βραχύτατος, ἡνίκʼ ἂν τὰ πνεύματα κοῦφα συμβῇ, πάντα ταῦτα εἰκὸς ὂν οὐχ ὡς νῦν ἔχειν, εἴπερ ἢ οἱ ἐτησίαι κύριοι τοῦ ῥεύματος ἦσαν, ἢ κατὰ στόμα εἴργοντες, ἢ πληροῦντες ἐξ οὐρανοῦ.
341.p18
341.p18
ἵνα δὲ καὶ τὴν Ἡροδότου γνώμην μὴ παντάπασιν ἀτιμάσωμεν ὡς δὴ τὸ παράπαν οὐδʼ ἀντειπεῖν ἄξιον, φέρε σκεψώμεθα ἃ κἀκείνῳ περὶ τούτων δοκεῖ. φησὶ δʼ, εἴ τι μεμνήμεθα, ἀπελαυνόμενον τὸν ἥλιον ὑπὸ τῶν ἐνταυθοῖ χειμώνων ἔρχεσθαι τῆς Λιβύης τὰ ἄνω καὶ τήκειν τὸ ὕδωρ, τήκοντα δὲ ἐλάττω ποιεῖν τὸν Νεῖλον τοῦ χειμῶνος ἢ τοῦ θέρους. ἔστι δὲ τοῦτο οὐκ εἰπεῖν πῶς ὁ Νεῖλος αὔξεται, ἀλλὰ πῶς μειοῦται συμπλάσαι. ὅτι μὲν γὰρ τοῦ χειμῶνος καθαρώτατός ἐστιν ὁμολογεῖται παρὰ πάντων, τούτου δὲ οὕτως ἔχοντος αὔξοιτʼ ἂν τοῦ θέρους, ὅτʼ ἐστὶ μείζων ἅμα καὶ θολερώτερος. ἔτι οὖν μένει τὸ ζητούμενον, ἕως ἄν τις μὴ δείξῃ τοῦτο, πῶς ὁ ῥοῦς ὑψοῦται, τὸ γὰρ κύριον καὶ πρῶτον αὐτοῦ ῥεῦμα τὸ χειμερινὸν φαίνεται. ἄνευ δὲ τούτων, εἰ μὲν τοσοῦτον ἦν τὸ διαφέρον παρὰ τὴν χειμερινὴν τοῦ ἡλίου πορείαν, ὥστε ποιεῖν θέρος περὶ τὴν ἐκεῖ γῆν, ὅταν ἐνταῦθα χειμὼν ἵστηται, καὶ πάλιν αὖ χειμῶνα, ὁπόταν θέρος ἵστηται παρʼ ἡμῖν, ἴσως ἂν ἦν