Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 342 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
342.p19
342.p19
παραδέξασθαι. νῦν δʼ ὅτι μὲν οὐκ ὀλίγον θέρμῃ προφέρει τἀκεῖ τῶν παρʼ ἡμῖν τοῦ χειμῶνος οὐδεὶς ἀντιλέγει, οὐδὲν μὴν κωλύει καὶ κατʼ αὐτοὺς ἐκείνους ἐλάττω τὸν ἥλιον τοῦ χειμῶνος ἢ τοῦ θέρους ἔχειν τὴν ἰσχύν. οὐδὲ γὰρ τοῦ θέρους δή που περὶ μὲν τὴν ἄρκτον καὶ τὴν ταύτῃ γῆν ἰσχύειν αὐτὸν φήσομεν, Αἰγύπτου δὲ καὶ Λιβύης ἀποχωρεῖν, ἀλλʼ ἐκεῖ καὶ μᾶλλον κάει, μάλιστα μὲν, οἶμαι, ἐν Αἰθιοπίᾳ, ἔπειθʼ, ὥσπερ εἰκὸς, ἐν Αἰγύπτῳ, μάλιστα μὲν ἐν τοῖς ἀνωτάτω, ἔπειτα ἑξῆς κατὰ λόγον, ἐπεὶ καὶ περὶ τὴν Σκυθικὴν γῆν καὶ τὸν Πόντον οὐδὲν κωλύει τὸ θέρος ψυχρότερον τοῦ θέρους τοῦ παρʼ ἡμῖν εἶναι πολλῷ γε, καίτοι τοῦ ἡλίου τὰ βόρεια ἐλαύνοντος τοῦ παντὸς οὐρανοῦ. καίτοι εἰ ἀντεστρέφοντο αἱ ὧραι τοῦ ἔτους ἐν τοῖς τόποις τούτοις, ὁμοίως μὲν ἂν πρὸς μεσημβρίαν ἀπιόντος τοῦ ἡλίου καὶ χειμῶνα ποιοῦντος ταύτῃ θέρος ἦν κατʼ Αἴγυπτον καὶ τὴν τοῦ Νείλου λῆξιν, ὁμοίως δʼ ἂν πρὸς ἄρκτον ἐπανιόντος ἐπλεονέκτει θέρμῃ τὰ πρόσβορρα, ὃ πολλοῦ δεῖν οὕτως ἔχειν φαίνεται. εἰκότως· κινεῖται μὲν γὰρ, οἶμαι, τὰ πρὸς ἄρκτον, οὐ μὴν πληροῖ γε εἰς αὐτήν. οὐκοῦν ὅτε τοῦ θέρους αὐξανόμενος φανερός ἐστιν ὁ Νεῖλος, δῆλον ὅτι τοῦ γε χειμῶνος ἀδυνάτως ἔχει τήκεσθαι. εἰ γὰρ ἦν ὁ ἥλιος αἴτιος, εἶργεν ἂν τοῦ θέρους ἔτι μᾶλλον τὴν ἀνάβασιν, ἰσχυρότατός γʼ ὢν αὐτὸς αὑτοῦ τότε κἀκεῖ πολλῷ, ὥστʼ αὐτὸ ἐν αὑτῷ λύεται. εἰ μέν γε τηνικαῦτα ἐξέτηκεν, ἔθʼ ἧττον ἂν εἴα πληροῦσθαι νῦν· εἰ δὲ μὴ τήκει τοῦ χειμῶνος, οὐ διὰ τοῦτο ὁ Νεῖλος μείζων τοῦ θέρους. ὅμοιον δʼ εἶναί μοι δοκεῖ τό τε ἀπελαύνεσθαι φάσκειν τὸν ἥλιον ὑπὸ τῶν χειμώνων καὶ τὸ τὸν Νεῖλον τῷ ἡλίῳ τήκεσθαι. ἀλλʼ οὔθʼ οἱ χειμῶνες τὸν ἥλιον ἀπελαύνουσιν, ὦ κάλλιστε λογοποιῶν, οὐδὲ γὰρ ἐφικνοῦνται τῆς τοῦ ἡλίου χώρας, ἀλλʼ ὁ ἥλιος ἀποχωρῶν κατὰ τὴν αὑτοῦ πορείαν καὶ φύσιν τοῖς ἀνέμοις παρέχει ψυχροῖς καὶ βιαίοις ἔτι μᾶλλον γίγνεσθαι· οὔτε ὁ Νεῖλος τηκόμενος ὥσπερ ὁ Ξάνθος ὑπὸ τοῦ Ἡφαίστου τοῦ ἡλίου συστέλλει τὸ ῥεῦμα.
342.p20
342.p20
ἀλλὰ γὰρ εὐφημότατα καὶ κάλλιστα εἰρηκὼς Ἡρόδοτος περὶ Αἰγύπτου καὶ Νείλου ὀλίγα τῶν ἀληθῶν εἰρηκέναι κινδυνεύει, οὐχ ὡς ἐπὶ τὸ μεῖζον αἴροντος αὐτοῦ

Intertext edge

Open linked passage

Note