Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 343 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
343.p21
343.p21
λέγω πάντα, ἐπεί τοι τινά γʼ ἔσθʼ ἃ καὶ μείζω παρέλιπεν· ὧν εἰπεῖν αὖ νῦν οὐδὲν ἐπείγει λέγειν, ἀλλʼ ἅ γε τῶν ὄντων ἑτέρως εἴρηκεν, οἷον ὡς ὑπὲρ Ἡλιούπολιν τεττάρων ἡμερῶν πορείαν αὖθις εὐρεῖα Αἴγυπτος, ἥ γε οὕτως εἰς στενὸν ἀεὶ κλείεται καὶ πρὸς γωνίαν ὥστε ὁ Νεῖλος εἰς αὐτὴν ὑπερβάλλει διʼ ἀμφοῖν τῶν ὀρῶν ἤδη συμπεπτωκότων· καὶ τοῦτʼ εἰσὶν οἱ καταρράκται ἡ διὰ τῶν ὀρῶν τοῦ ποταμοῦ κατάβασις, Αἰγύπτου πάσης ὡσπερεὶ κορυφή. ὥστʼ ἔτι προσπλέων τῷ κατʼ Ἐλεφαντίνην ὅρμῳ εἰκάσεις κεκλεῖσθαι τὸ ῥεῦμα· μὴ γὰρ ὅτι Αἴγυπτος εὐρεῖα ἔτι, ἀλλὰ καὶ τὸ ῥεῦμα τοῦ Νείλου στενὸν ἤδη φαίης ἂν ὑπορρεῖν ὑπὸ τῆς πέτρας αὐτόν. ἴδοις δʼ ἂν καὶ πρὶν εἰς Ἐλεφαντίνην τελέσαι πρὸ οὐκ οἶδʼ ὁπόσων τινῶν σχοίνων συνιόντα οὕτω τὰ ὄρη ὡς μέσον εἶναι μηδὲν πλὴν τοῦ ῥεύματος αὐτοῦ, καὶ τοῦτο ἐνταῦθα εὖρος Αἰγύπτου ὅπερ τοῦ ποταμοῦ. ἢ τἄλλα ἄν τις ἐλέγχοι τῶν ἐκείνου πόσον ἔργον ἐπεξελθεῖν, ὅς γέ φησι καὶ περὶ τῶν πηγῶν δή που τοῦ Νείλου πυθέσθαι παρὰ τοῦ γραμματιστοῦ τοῦ Σαΐτου ὡς ἄρʼ εἴη ὄρη δύο μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, τούτων δὲ τῶν ὀρῶν ἐκ τοῦ μέσου ῥέοιεν αἱ πηγαὶ, καὶ τὸ μὲν ἥμισυ τοῦ ῥεύματος ἐπʼ Αἰθιοπίας καὶ νότου ἀνέμου ῥέοι, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰγύπτου τὰ βόρεια. καίτοι ἥ γʼ Ἐλεφαντίνη, μέχρι ἧς ἀναπλεῦσαί φησιν, ὑπʼ αὐτοῖς σχεδὸν τοῦ Νείλου τοῖς καταρράκταις ἐστὶν, ἀπέχουσα μάλιστα ἑπτὰ σταδίους. ἀνέπλευσα γὰρ οὖν ἔγωγε καὶ αὐτὸς καὶ εἶδον ἀκριβέστερον ἢ ἔδει φασίν. εἰ δὲ δεῖ κατʼ αὐτὸν Ἡρόδοτον καὶ παρεξελθεῖν ψυχαγωγίας ἕνεκα καὶ μηδὲν ἔξω τοῦ προκειμένου τὸν λόγον ἐξάγοντα, οὕτως συνέβη. ὡς ἀνῄειν ἐπὶ τοὺς βωμοὺς οὗ τοῖς Αἰθίοψίν ἐστιν ἡ φρουρὰ, πολὺ τῆς ὄχθης ἀποσπάσας τοῦ ποταμοῦ, ὑπερβὰς ἐπὶ τὸν ὅρμον, ὅς ἐστι πρῶτος ὑπὲρ Καταδούπων, εἰς Φίλας διέβαλον· ἔστι δʼ αὕτη νῆσος μεθόριον Αἰγύπτου καὶ Αἰθιοπίας, τοσαύτη τὸ μέγεθος ὅσηπερ ἡ ἐν αὐτῇ πόλις· περιρρεῖ δʼ αὐτὴν ὁ Νεῖλος ἀκριβῶς μέσην ἑαυτοῦ ποιῶν. ἐπεὶ δʼ ἐπανῄειν, ἐχώρουν μὲν πάλιν τὴν αὐτὴν ἀπὸ τῶν Φίλων, καὶ προσεδόκων νῦν

Intertext edge

Open linked passage

Note