Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
344.p22
344.p22
γέ που τοὺς καταρράκτας ὄψεσθαι. καὶ τοὺς ἄγοντας ἀνηρώτων, οἱ δʼ ἠγνόουν. οὕτω δὴ γενόμενος πάλιν ἐν τῇ Συήνῃ, ἣν ἀπὸ τῆς Ἐλεφαντίνης ὁ Νεῖλος διαιρεῖ, δέομαι τοῦ φρουράρχου, καίτοι φαύλως ὑπʼ ἀρρωστίας διακείμενος, πέμψαι με ὀπίσω πλοῖόν τι κοῦφον δόντα, τῆς θέας ἕνεκα τῶν καταρρακτῶν, συμπέμψαι δὲ καὶ τοὺς ἀναγκάσοντας τοὺς ἐν τῇ νήσῳ τῶν καταρρακτῶν, εἰσὶ δʼ οὗτοι ναῦται συνήθεις τοῦ ῥεύματος, ἐπιδεῖξαι ἡμῖν αὐτούς τε καὶ τὸ θέαμα δὴ τὸ ναυτικὸν ὅ τι εἴη, ἐπυνθανόμην γὰρ τῶν αὐτόθι· ὁ δὲ μάλα μὲν ἐργῶδες ἔφη εἶναι καὶ ἐθαύμαζε τὴν γνώμην, οὔκουν αὐτός γε μέχρι τούτου θαρρῆσαι, ἠρνήθη δὲ οὐ τό γε παντελὲς, ἀλλʼ ἐπειδὴ πειρώμενος ἀποτρέπειν οὐκ ἔπειθεν, οὕτω πέμπει, καὶ τἄλλα ἔχων οἰκείως καὶ βουλόμενος χαρίζεσθαι. ἀνέπλευσα δὴ κἀκείνους τε ἱέντας ὑπὲρ τῶν σκοπέλων, ὥσπερ εἰώθεσαν, εἶδον ἀπʼ ἄκρας τῆς νήσου, ἣ ἀνέχουσα ἐκ μέσου περιφανεῖς πανταχῆ ποιεῖ τοὺς καταρράκτας, καὶ προσέτι αὐτὸς ἐπεθύμησα εἰς τὸν λέμβον ἐμβὰς πειραθῆναι τοῦ πλοῦ, οὐ μόνον διὰ τῶν αὐτῶν διʼ ὧνπερ ἐκείνους εἶδον κατενηνεγμένους, ταῦτα δʼ ἦν τὰ πρὸς ἕω τῆς νήσου, ἀλλʼ ἀρξάμενος αὐτόθεν περιπλεῦσαι κύκλῳ πᾶν τὸ ὁρώμενον, καὶ κατὰ τὴν ἑτέραν τῆς νήσου πλευρὰν ἀφεῖναι κατὰ ῥοῦν ἐπὶ τὰς πόλεις. ὅπερ οὖν λέγω οὐκ ἀκούσας, ἀλλʼ ἰδὼν ἀκριβῶς οἶδα, ὅτι ἥ τʼ Ἐλεφαντίνη ὑπʼ αὐτοῖς ἐστι τοῖς καταρράκταις, μεταξύ τε Συήνης καὶ Ἐλεφαντίνης οὐδέν ἐστιν ἀλλʼ ἢ τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καὶ προσοικεῖ τὴν ὄχθην ἑκατέρα τῶν πόλεων τούτων. εἰ τοίνυν Ἡρόδοτος εἰς Ἐλεφαντίνην ποθʼ ἧκεν, ὥσπερ εἴρηκεν, ἔσθʼ ὅπως πρῶτον μὲν ἀκοὴν διηγεῖτο περὶ ὧν εἶδεν, ἔπειθʼ οὕτω ψευδῆ ὥστε περὶ τῶν ἀρχαίων πηγῶν τοῦ Νείλου ζητῶν καὶ φήσας οὐδενός πω τἀληθὲς ἀκοῦσαι, ἀλλὰ τόδε μὲν ἤκουσα τοῦ γραμματιστοῦ γράψαι, καὶ ταῦτα τοῦ ἐν τῷ Σαϊτικῷ νομῷ περὶ τῶν ἐν Ἐλεφαντίνῃ, ** ἢ μνησθεὶς, εἰ μηδὲν ὧν ἤκουσεν εἶχε σιωπῆσαι, ἄλλοις ἂν ἢ τούτοις οἷς ἐγὼ νῦν εἶπον ἐλέγχοις ἐπὶ τὸν λόγον χρήσασθαι. νῦν δέ φησι μὲν ὡς παίζειν αὐτῷ δοκοίη ὁ γραμματιστὴς, διʼ ὧν δʼ εἰκὸς ἦν ἐλέγχειν,