Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 345 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
345.p23
345.p23
ἀπέλιπεν, ὅτι πρῶτον μὲν ἀπὸ πολλοστοῦ μέρους ἤρξατο φράζειν αὐτῷ τὰς πηγάς· πολλῶν γὰρ μηνῶν ἀνάπλουν ὑπὲρ τὸν τόπον τοῦτον ἔτι ὁ Νεῖλος γιγνώσκεται· ἔπειθʼ ὅτι ἀμήχανον οὗ μὴ ἔστι ῥεῖν τῷ ποταμῷ κατὰ συνήθειαν, ἀλλὰ ὑπὲρ τῶν πετρῶν καταρρήγνυσι βιαζόμενος τὴν κατάβασιν, ἐνταῦθα ἄνω φέρεσθαι τὸ ἥμισυ τοῦ ῥεύματος, ὥσπερ οἱ πρὸς τὰ ὑψηλὰ ὄρνιθες. τὸ γὰρ δὴ λεγόμενον οὐχὶ ἄνω ποταμῶν τοῦτʼ ἂν εἴη χωρεῖν, ἀλλʼ ὀρῶν ἄνω χωρεῖν τὰς τῶν ποταμῶν ἀκούειν πηγάς; ἀλλʼ οὔτʼ ἐλθὼν εἰς Ἐλεφαντίνην οὔτε σαφὲς περὶ τούτων εἰδὼς οὐδὲν κέχρηται λόγῳ πειθομένοις μὲν κεχαρισμένῳ, ἀπιστοῦσι δʼ ἔχοντι ἀναφοράν.
345.p24
345.p24
ἔπειτα ἐπὶ τούτοις προειρημένοις φησὶν, εἰ ἄρα ταῦτʼ ἀληθῆ, δοκεῖν αὐτῷ δίνας ἐνταῦθα εἶναι καὶ παλιρροίας τοῦ ποταμοῦ. καὶ τί δεῖ παλιρροίας καὶ δίνας λέγειν, ἀμελήσαντα ὅτι οὔτʼ αὐτόθεν ὁ Νεῖλος ὁρμᾶται, ἀλλὰ πολὺ πλείων ὁ ἄνω τόπος αὐτόθεν ἤπερ ὁ πρὸς θάλατταν, οὔθʼ ὑπὲρ τοὺς καταρράκτας δυνατὸν τὸ ὕδωρ ὑπερβαλεῖν, εἰ μὴ κατʼ Αἰσχύλον ὡς ἀληθῶς ἐξ αἰθέρος τις αὐτὸ κατάπαλτον φέρεσθαι θείη, οὔτʼ ὄρος οὐδέν ἐστι μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης, ἀλλὰ μᾶλλον ἐν τῷ μεταξὺ τῶν ὀρῶν ἥ τε Συήνη καὶ ἡ Ἐλεφαντίνη. οὐ μὴν ἅπαν ψεῦδος τὸ εἰρημένον, ἀλλʼ εἰσὶ μὲν αἱ πηγαὶ ἐν τῷ μεταξὺ Συήνης καὶ Ἐλεφαντίνης ὡς ἀληθῶς, πέτραι μεγάλαι δύο ἐν μέσῳ τῷ πόρῳ ἀνέχουσαι καὶ τὸ μέσον αὐτῶν Αἰγύπτιοί φασιν εἶναι πηγάς. εἰσὶ δʼ οὐ παντὸς αὗται τοῦ ποταμοῦ, ἀλλὰ τῷ πρὸς Αἰγύπτου κάτω συντελεῖς, οὐκ ἀρχαῖαι. καὶ μὴν καὶ τὸ βάθος γε οὐκ ἐφικτὸν ἔφασκον εἶναι πειρωμένῳ, πειρᾶσθαι δὲ οὐ συμφέρειν· τοῦτό με καὶ ἀπέτρεψεν ὄντα πρὸς αὐτῷ καὶ δὴ, οὐ γὰρ ἦν τοσοῦτον τὸ διάφορον. αὗται οὖν αἱ πηγαὶ κατὰ φύσιν που ῥέουσι, καὶ οὐ μόνον τῷ λόγῳ πείθομαι ὅτι εἰσὶν αὐτόθι πηγαὶ, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι· πολὺ πλείων ἀπὸ τούτων ὁ ποταμός ἐστι καὶ τὸ εὖρος καὶ ἅπας ὡς ἔπος εἰπεῖν, καὶ πλοῖα μείζω δέχεται προϊὼν καὶ οὐ μείζω

Intertext edge

Open linked passage

Note