Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
346.p25
346.p25
μόνον, ἀλλὰ καὶ πολλῷ. καίτοι τοὐναντίον οἱ ποταμοὶ πάσχουσι, προϊόντες ἐλάττους γίγνονται, ὅταν μὴ ἄλλο ὕδωρ ἐπιβοηθῇ.
346.p26
346.p26
εἰ δὲ δεῖ καὶ περαιτέρω διαβῆναι, ἐρῶ σοι διʼ ὀλίγων ἃ ἤκουσα ἀνδρὸς Αἰθίοπος τῶν ἐκεῖ δυνατῶν. ὁ μὲν γὰρ ὕπαρχος ἀπὼν ἐτύγχανεν, ἡνίκα ἡμεῖς ἐπέβημεν τοῦ χωρίου, ἐπιτροπὴν δέ τις ἔχων ἦν, ὃς ἐμοὶ διʼ ἑρμηνέων εἰς λόγους ἧκε. καὶ ὅσα μὲν ἔξω τοῦ παρόντος ἐστὶ λόγου παραλείψω, ἔφη δʼ εἰς Μερόην, ἥπερ ἐστὶ πόλις μεγίστη τῶν ἐν Αἰθιοπίᾳ καὶ οὗ τὰ βασίλεια τῶν Αἰθιόπων, τεττάρων, οἶμαι δὲ καὶ ἓξ εἶπε μηνῶν, αὐτόθεν εἶναι πλοῦν, καταρράκτας δὲ ἐκδέχεσθαι πολλοὺς ἄλλους ἐπʼ ἄλλοις, σχεδὸν εἰς ἓξ καὶ τριάκοντα τοὺς σύμπαντας ὑπὲρ Ψέλχιν μέχρι Μερόης, καὶ τοῦτο πᾶν εἶναι τὸ γιγνωσκόμενον δὴ ῥεῦμα τοῦ ποταμοῦ. Μερόης δὲ ἐπέκεινα οὐ μέμνημαι μεθʼ ὁπόσον τι ἔφη οὐκ εἶναι τὸ ῥεῦμα καθʼ ἓν, ἀλλὰ δύʼ εἶναι ῥεύματα, ὧν τὸ μὲν ἕτερον γήινον τὴν χρόαν, τὸ δʼ ἕτερον ἀέρος ἐγγύς. ταῦτα δὲ συνιόντα καὶ μιγνύμενα γίγνεσθαι τὸν Νεῖλον τοῦτον, τὰ δὲ ἄνω οὔτʼ αὐτὸς ἔφη ἔτι γιγνώσκειν οὔτʼ ἄλλον Αἰθιόπων οὐδένα εἴς γε τὸ παντελὲς, ἀλλʼ εἶναι μὲν ἀνθρώπους μέλανας, μελαντέρους ἑαυτῶν τε καὶ τῶν ὁμόρων τοὺς ὑπὲρ αὐτῶν ἀεί· εἰς ἄκρον δὲ οὐκ ἔχειν ἀνενεγκεῖν ὅθεν καὶ διʼ ὧν φέρεται τὰ πρὸς πηγῶν ὁ ποταμός. καίτοι πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς Αἰθίοπας μὲν ὁμολογεῖν μὴ ἔχειν εἰπεῖν τοῦ Νείλου τὰς πηγὰς, ἡμᾶς δὲ ἀεὶ τούτου μὲν ζητουμένου, εὑρημένου δὲ οὐδέπω καὶ νῦν, τίς ἡ τῆς ἀναβάσεως αἰτία φροντίζειν καὶ τὸ πρῶτον, φασὶν, οὐκ εἰδότας τὸ δεύτερον ζητεῖν; καὶ ταῦτʼ οὐχ ἵνʼ Ἡροδότῳ πρὸς ἀηδίαν ἐπιτιμήσω διεξῆλθον—οὔτε γὰρ ἄλλως τῶν ἠσκηκότων ἔγωγε τὸ τοιοῦτον, ἀλλʼ οὐδὲ τοῖς ποιοῦσι συγχαίρω, Ἡροδότῳ τε καὶ αὐτοῦ τοῦ ἔρωτος χάρις, ὃν ἡμῖν πρῶτος ἐνέβαλεν Αἰγύπτου, καὶ τἄλλα, φασὶν οἱ παρρησιαζόμενοι, φίλος ἁνὴρ—ἀλλʼ οὔπω περὶ τούτων τἀληθὲς εἴρηται. πρόειμι δὲ πορρωτέρω τῶν ἐλέγχων, ἵνα ὥσπερ κεφαλαίῳ κατακλεισθεὶς ὁ λόγος βεβαιωθῇ. ἄρχεται μὲν γὰρ ἡ ἀνάβασις τροπαῖς θεριναῖς ἢ ὀλίγῳ βραδύτερον· τότε δʼ Αἰγύπτου τῶν πρὸς