Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 347 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
347.p27
347.p27
Αἰθιοπίαν καὶ Λιβύης τῶν πρὸς Αἴγυπτον ὑπὲρ κεφαλῆς ὁ ἥλιος ἵσταται. ὃ δῆλον ἐκ δυοῖν τῶν μεγίστων σημείων, ὧν οὐδέτερον περὶ τὴν ἄλλην συμβαίνει γῆν, ὅσην ἡμεῖς οἰκοῦμεν. δυοῖν γὰρ ὄντοιν πολισμάτοιν, οἷν ἀρτίως ἐμνήσθην ἐπʼ ἄκροις τῆς Αἰγύπτου—φίλας γὰρ τὰς ὑπὲρ τῶν καταρρακτῶν μεθόριον Αἰγύπτου λέγω καὶ Αἰθιοπίας—ἐν μὲν Ἐλεφαντίνῃ λάμπεται πάντα, καὶ νεῲ καὶ ἄνθρωποι καὶ στῆλαι, καὶ οὐδὲν ἔχει σκιὰν τῆς μεσημβρίας, ἐπειδὰν τὴν μεγίστην ὁ ἥλιος πληροῖ· ἐν δὲ Συήνῃ τῆς αὐτῆς ἡμέρας τε καὶ ὥρας μέσος ἐν μέσῳ τῷ ἱερῷ φρέατι ὁ κύκλος τοῦ ἡλίου φαίνεται, ὥσπερ ἐπίθημα ἴσον πανταχόθεν πρὸς τὸ χεῖλος ἐλλάμπων. καίτοι τοῦτʼ ἀμφοτέρων ἐστὶ σημεῖον, τοῦ τε μὴ τοῦ χειμῶνος ἐγγυτέρω τῆς Λιβύης γίγνεσθαι τὸν ἥλιον ἢ τοῦ θέρους, εἴ γε δὴ δυοῖν ὄντοιν τῆς Αἰγύπτου μερῶν ἐπὶ τῆς Λιβύης ἡ Ἐλεφαντίνη πεπόλισται· πάντα γὰρ ἐνταῦθα ἤδη συμπέπτωκεν, Αἴγυπτος, Ἀραβία, Λιβύη, Αἰθιοπία, τὰ μὲν ἔνθεν, τὰ δὲ ἔνθεν εἰς ταυτὸν ἥκοντα· ἔπειτα εἰ τὰ μάλιστά τις αὐτῷ δοίη τὸ τὸν ἥλιον τῇ Λιβύῃ πλησιάζοντα τήκειν τὸ ὕδωρ, αὐτὸ τοῦτο κατʼ αὐτοῦ γίγνεται. εἰ γὰρ ἐξέτηκε τοῦ χειμῶνος τὸν ποταμὸν διὰ τὸ προσχωρεῖν, δῆλον ὅτι τοῦ γε θέρους, ὁπηνίκα ἔστη κατʼ αὐτοῦ, παντελῶς ἀναρπάσας ᾤχετʼ ἄν. οὐ γὰρ ἄλλον γέ που τρόπον ἐγγυτέρω τῆς γῆς ἔνι γίγνεσθαι φῆσαι τὸν ἥλιον ἢ ὅταν εἰς κάθετον ὑψωθῇ, ἐπεὶ ὅτι γε οὔτε τῇ Λιβύῃ πλησιάζει ποτὲ ὁ ἥλιος οὔτʼ ἄλλῳ μέρει τῆς γῆς οὐδενὶ ῥᾳδίως ἄν τις ἔχοι μαθεῖν. οὐ γὰρ μέρη τῆς γῆς ἐπέρχεται δή που τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος, ἀλλʼ ἡ γῆ μᾶλλον ἐν μέρει τῆς ἐκείνου περιφορᾶς ἐστιν. ἀλλʼ ἀπέχει μὲν τὸ ἴσον πάσης ἀεὶ τῆς γῆς, οἷς δʼ ἂν ὑπὲρ κορυφῆς ἵστηται τὰ μεσημβρινὰ, τούτοις πλείστην φέρει τὴν φλόγα. φαίνεται τοίνυν οὐκ ἐπέχων οὐδὲ ἱστὰς, οὐδʼ ἀναρπάζων τὸν ποταμὸν τότε, οὐδʼ ἐλάττω ποιῶν ἐκ μείζονος, ἀλλʼ αὐξανόμενον καὶ προσθήκην ἀεὶ τῷ ῥεύματι λαμβάνοντα ἐφορῶν. ὃ σὺ θαυμάζεις· καίτοι πότε λοιπὸν τήκεσθαι φήσομεν τῇ θέρμῃ τὸν Νεῖλον, εἰ ὑπό γε τὴν τοιαύτην ἀκμὴν ἀνιὼν ὁρᾶται;

Intertext edge

Open linked passage

Note