Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 349 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
349.p30
349.p30
τῷ σοφῷ ὅτι ὥσπερ ἐκ τῶν ὑψηλοτέρων εἰς τὸ κοῖλον καταρρεῖ τὸ ὕδωρ, οὕτως πάλιν ἐκ τῶν κοίλων ἀναστρέφει πρὸς τὰ ὑψηλὰ, καὶ ἀρξάμενος ἐκ θαλάττης ὁ ποταμὸς αὖθις ὑποστρέψας ἐπὶ καταρράκτας καὶ Μερόην ἄνω φέρεται, ὥσπερ τις ἐν προσάντει δολιχὸν τρέχων. ταῦτα δὲ οὐδʼ ἂν τοὺς αὑτοῦ πολίτας οἶμαι πείθοι λέγων. καὶ δὴ τοῦτο τὸ ἰσχυρὸν ἐῶ, καίτοι φασὶ καὶ τὰς κλοπὰς ἄχρι τούτου δεῖν ἐλέγχειν, ἕως ἄν τις τὰ φώρια ἐν τοῖν χεροῖν ἔχοντα ἀποδείξῃ. ἀλλʼ ἕτερον εὔηθες· αὐτὸ γὰρ τοῦτο πρῶτον τὸ νομίζειν ἢ τὴν Ἀράβιον ταύτην τὴν ὀρεινὴν ἢ τὴν Λιβυκὴν ὕδατος μεστὴν εἶναι τίς λόγος; ποῖαι γὰρ ἢ ἐνταῦθα ἢ ἐκεῖ πηγαί; τίς δʼ ὅσον ἔννοια ὕδατος ἐν τοῖς χωρίοις τούτοις; ἅ γʼ ἐστὶ ξηρότερα καὶ ψεδνότερα παντὸς οὗ τις ἂν εἰκάζων εὕροι, ὥστʼ ἔν γε τῇ Ἀραβικῇ καὶ ἡ περιβόητος αὕτη λιθοτομία ἡ πορφυρῖτίς ἐστιν· ἐργάζονται δʼ αὐτὴν ὥσπερ καὶ τὰς ἄλλας δή που κατάδικοι· ἀλλὰ τούτους γε, ὥς φασιν, οὐδεὶς φρουρεῖ, οὕτω σφόδρα ὕδατός ἐστιν ἄπορος, ὑφʼ οὗπερ καὶ ἠρήμωται, ἀλλὰ φόβῳ τοῦ καυθήσεσθαι ζῶντες, ὃ δεῖ παθεῖν ἄν τις φεύγων ἁλῷ, μένουσιν οἱ μένοντες τῶν μεταλλέων. καὶ ὅμως εἰσὶν οἳ καὶ τοῦθʼ αἱροῦνται μᾶλλον ἢ διὰ παντὸς τοῦ χρόνου κάεσθαι. τῷ γὰρ ὄντι τοῦτʼ εἶναι τὸ κάεσθαι ζῶντα. οὕτως διὰ παντὸς ὁ χῶρος ἀμμώδης ἐστὶ καὶ διψῇ. ὅλως δὲ τί δή ποτε οὐ καὶ πάντες οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῷ λόγῳ τούτῳ; εἰ γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνομένη τελευτῶσα ἐπικλύζεται αὐτὴ διʼ αὑτῆς, τί δή ποτʼ οὐκ εἰσὶν ἐν ἀκμῇ τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες τῆς καθʼ αὑτοὺς ἕκαστοι γῆς; ἀλλʼ ἀντὶ τοῦ μέγιστοι τότʼ εἶναι τότʼ εἰσὶν ἐλάχιστοι. καὶ μὴν καὶ περὶ ἄλλους δή που ποταμοὺς ἕτερά ἐστιν ὄρη καὶ οὐ μόνον οὐκ ἐλάττω τούτων, ἀλλὰ πρὸς τῷ μείζω σαφῶς ἔτι καὶ ὑγρότερα καὶ πολλῷ, ὡς δῆλον τοῖς τε δένδρεσι τοῖς ἐπιπεφυκόσι καὶ ταῖς εἰς τὸ φανερὸν ἀπορρεούσαις νοτίσι. πῶς οὖν οὐ τὰ ἄμικτα μίγνυται, εἴ γε ἀπελαθήσεται μὲν εἰς βάθος τῆς γῆς τὸ ὕδωρ, τηνικαῦτα δʼ ὑψωθήσεται διὰ τὸ αὐτὸ τοῦτο; καὶ ὡς ἔοικεν, ὁ αὐτὸς ἥλιος τὸ μὲν Ἀράβιον καὶ Λιβυκὸν ὄρος ἐξιποῖ καὶ τὸ ὕδωρ ὠθεῖ κάτω,

Intertext edge

Open linked passage

Note