Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 350 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
350.p31
350.p31
ἐν Αἰγύπτῳ δὲ τὸ αὐτὸ τοῦτο ὕδωρ ὑψούμενον περιορᾷ. ποῦ δὲ καὶ ἡ χώρα μεστὴ γίγνεται κάτωθεν, ὦ σοφίας κεφάλαιον; ἥ γε οὕτως ἔρρωγε καὶ διέστηκεν εὐθὺς ἐκ τροπῶν τῶν ἠρινῶν ὥστʼ εἶναι μονονοὺ χάσματα καὶ χαράδρας ἅπασαν καὶ μηδὲ τοῖς ὑποζυγίοις ἀκίνδυνον τὴν πορείαν εἶναι. πῶς οὖν αἱ πόρρω τοῦ Νείλου, φησὶ, λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ χιόνος λυθείσης αἴρεται; τοῦτο δʼ εἰ τὰ μάλιστα δυνατόν ἐστιν, οὐδὲν μᾶλλον τῷ γε Ἐφόρου λόγῳ συνθεῖ. ἔστι γὰρ καὶ μήτε ἐξ ὄμβρων μήτʼ ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτʼ αἴτιον εἶναι, τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν. οὐ μὴν ἀλλʼ ἔμοιγε καὶ πᾶν τοὐναντίον ἤπερ ἐκείνῳ δοκεῖ, τὴν μὲν ἄνωθεν ἐπιρροὴν μηδὲν μᾶλλον κωλύειν οὗτος ὁ λόγος, τὴν δʼ αὐτόθεν πλήρωσιν παντελῶς ἐξελέγχειν ὡς ἔστι γέλως. τὸν μὲν γὰρ ποταμὸν, ἕως ἂν ἀπῇ τἄλλα ἃ κωλύει, εἰκός ἐστι καὶ ὑπὸ τῆς χιόνος καὶ ἐξ ὄμβρων αὐξανόμενον κατιέναι, κατιόντος δʼ αὐτοῦ τὴν γῆν πληρουμένην καὶ διοιδοῦσαν ἀφιέναι κάτω νοτίδας εἰς τὰ πλάγια, οὐ διὰ τὴν θέρμην οὐδʼ ὑπὸ τοῦ ξηραίνεσθαι—γελοῖον γὰρ τὴν αὐτὴν οὐκ ἔχουσαν τὸ ἀναγκαῖον ὕδωρ ἀποστέλλειν τὸ περιττὸν ἑτέρωσε—ἀλλὰ τοὐναντίον τῷ πλεονάζοντι παρέχουσαν τοὺς ἐγχωροῦντας ἀδήλους ὀχετούς. εἰ δʼ ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν, οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δή που λίμναι τοῦ ποταμοῦ· καὶ τούτου μάρτυς αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα οὐ δυνατὸν τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοίλην εἶναι μήτʼ ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλʼ ἀρχαίαν τε καὶ ὡς ἐκεῖνος κέκληκεν αὐτοπαγῆ. τοῦτο δὴ δῶμεν ἀληθὲς εἶναι μέχρι γοῦν τινός· ἔστι δʼ οὐδὲν μᾶλλον· οὐκοῦν αἱ μὲν ἐγγὺς τοῦ ποταμοῦ καὶ κατʼ αὐτὴν Αἴγυπτον λίμναι οὐκ ἀφʼ αὑτῶν ἄρχονται δήπουθεν, ἀλλʼ ἐκ τοῦ ποταμοῦ πᾶσαι, καὶ διώρυχες εἰς αὐτὰς φέρουσιν, ἐάν τʼ Ἔφορος φῇ ἐάν τε μή. ὥστε ταύτας μὲν οὐδὲν ἀπεικὸς μετέχειν τῆς αἰτίας, ἥτις ἂν ᾖ τῷ ποταμῷ τῆς ἀναβάσεως· ἥ τε

Intertext edge

Open linked passage

Note