Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
351.p32
351.p32
γὰρ Μοίριδος λίμνη καὶ αἱ πρὸς τοῖς ἕλεσι κάτω καὶ ἡ πρότερον μὲν ὑπὲρ Φάρου, νῦν δʼ ἐξόπισθεν τῆς Ἀλεξάνδρου πόλεως Μάρεια, ἐξ ἀρχῆς τέ εἰσι τοῦ Νείλου κόλποι καὶ τῆς ἀναβάσεως μετέχουσιν, ὅταν κατὰ τὰς διώρυχας εἰσπέσῃ τὸ μέρος τοῦ ῥεύματος· ἡ δʼ αὖ Σερβωνὶς λίμνη περιφανῶς ἔξω τῶν ὀρῶν τούτων ἐστίν. ὑπερελθόντι γὰρ Πηλούσιον καὶ τῶν ὀρῶν τῶν συγκλειόντων τὴν Αἴγυπτον θάτερόν ἐστι πρὸς Ὀστρακίνην βαδίζοντι, ἥπερ ἐστὶ μέση μάλιστα τῆς ἀσπόρου τῆς Ἀραβικῆς. εἰ μὲν οὖν καὶ εἰς ταύτην ἐκ τῶν ἄνωθεν τόπων ἔρχεται τοῦ Νείλου τις ἀπόρρους, οὐδὲν δέομαι λέγειν· ὅτι δʼ ἐκφεύγει τοὺς ὅρους τοὺς Ἐφόρου δῆλον ἐξ ὧν εἶπον. ὥστε δυοῖν θατέρῳ περιπίπτει· εἰ μὲν γὰρ οὐ δέχεται τοῦτον τὸν λόγον οὐδʼ εἰς ἔλεγχον τίθησιν, ὃς δείκνυσιν αὐτὴν ἔξω τῆς κοίλης χώρας οὖσαν, τί οὐ καὶ κατὰ πᾶσαν τὴν γῆν ταυτὸν τοῦτʼ ἔδειξε γιγνόμενον, εἴπερ παρὰ τῇ θέρμῃ μόνῃ τὸ αἴτιόν ἐστιν; εἰ δʼ οὐκ ἀξιοῖ ζητεῖ ἑτέρωθι ταυτὸν τοῦτο τῷ μὴ τὴν αὐτὴν εἶναι φύσιν τῆς χώρας, ἔξω τῶν ὀρῶν τούτων ἐστὶν ἡ λίμνη. ὥστε πῶς αὔξεται; οὐκοῦν πρὶν ὃ τὸ πρῶτον προὔκειτο σκέψασθαι, πῶς ὁ Νεῖλος αὐξάνεται, δεύτερον δεῖ ζητεῖν πῶς ἡ λίμνη κατὰ τούτους τοὺς λόγους. καὶ μὴν ὅτι γʼ οὐδʼ ἄλλως ἀληθῆ λέγει ταύτῃ τῇ προφάσει καταχρώμενος ῥᾴδιον γνῶναι. πολλαὶ γὰρ δή που καὶ ἄλλαι χῶραι γεγόνασιν ἐκ ποταμῶν ἐν τῷ παντὶ, ἃς ἀνάγκη πολλὴ καὶ κοίλας εἶναι καὶ ἀραιὰς τοῖς αὐτοῖς λόγοις τούτοις. καὶ τὰς μὲν ἄλλας παραλείπω, μία δʼ ὦ Ζεῦ πρὸ πυλῶν εὐθὺς ἦν αὐτῷ τῆς πατρίδος καὶ ἐν ὀφθαλμοῖς. τὸ γὰρ περὶ Λάρισσαν πεδίον θάλατταν εἶναι τὸ παλαιὸν πολλὰ τεκμηριοῖ. καὶ ὅτι μὲν πολλοστὸν ὁ Ἕρμος τοῦ Νείλου μέρος εἰς ἕτερον λόγον τίθει τοῦτο, ὅτι δʼ ἐκ τῶν αὐτῶν καὶ τούτῳ τοῦ θέρους αὔξεσθαι προσῆκε καθʼ αὑτὸν ἐλέγχεται. ὁρᾶται μὲν γὰρ τὰ κύκλῳ περιέχοντα ὄρη τὴν χώραν, ὁ δὲ ῥεῖ διʼ αὐτῆς ἀραιᾶς οὔσης καὶ πεποιηκὼς αὐτὸς ἐξ ἀρχῆς. τίνος οὖν ἕνεκα οὐ μόνον οὐκ αὔξεται τοῦ θέρους, ἀλλὰ καὶ πολλῶν ἀπολείπεται τῶν οὐδʼ ἐγγὺς ἐκείνῳ τοῦ χειμῶνος ὄντων; πολλάκις δὲ οὐδʼ ὅσον ῥεῖν ἐστιν αὐτῷ. καὶ ἕτερʼ ἄν τις ἔχοι λέγειν μυρία τοιαῦτα.