Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
352.p33
352.p33
καίτοι πρός γε οὓς αὐτὸς ἀντιλέγει, καὶ ἓν ποιησάμενος παράδειγμα ἀπαλλάττεται· ἔστι δʼ οὗ μηδʼ ὄνομα ἐπενεγκὼν, ὥστε γνῶναι ἢ τὸν ποταμὸν ἢ τὴν γῆν, ὅμως ἀξιοῖ νικᾶν. ἀραιὰ γὰρ ἡ Αἴγυπτος καὶ ῥᾳδία λιβάδας διαδοῦναι. ἀλλʼ ὅτι μὲν οὐδʼ ἄλλη πίων οὕτω καὶ μόνον ἀρκοῦν εἰπεῖν ἐῶ· ἀλλὰ τί φήσομεν περὶ τῆς ἔξω τοῦ Κασίου ταύτης ἧς ἐμνήσθην ἀρτίως; οὐ γὰρ δή που καὶ ταύτην ἔργον εἶναι τοῦ ποταμοῦ, ἀλλʼ ὅμως μετέχει τοῦ πράγματος· οὐ μὴν οὐδʼ ὑπʼ ἄλλου φαίης ἂν αὐτὴν κεχῶσθαι ποταμοῦ, ἄνυδρος γάρ ἐστι παρὰ τὴν λίμνην ἅπασα. καὶ μὴν οὐδʼ οἱ τοῦτο πείθοντες περὶ πάσης Αἰγύπτου πειρῶνται πείθειν, ἀλλʼ ὑπεξαιροῦνται τήν γε ὑπὲρ κορυφῆς τοῦ Δέλτα τοσαύτην οὖσαν ἀρχαίαν εἶναι, καὶ οὐχ ἁπλῶς οὐδʼ ὡς κοινὸν εἰπεῖν, ἀλλʼ οὕτω διαφερόντως ἀρχαίαν ὥστε καὶ πρώτην ἀνθρώπους ἐνεγκεῖν τῶν κατὰ τὴν Ἀσίαν, ἵνα μή τι λέγω πλέον. οὐκοῦν εἰ μὲν ἐν τῷ Δέλτα μόνῳ συνέβαινε γίγνεσθαι τὴν ἀνάβασιν, εἰκὸς ἦν καθʼ ἕν γέ τι τοῦτο πιστεῦσαι, εἰ δʼ ἐν ἁπάσῃ γίγνεται καὶ τοσοῦτον περὶ τὰ ἄνω πρότερον ὅσον τὸ ῥεῦμα κατέρχεται, τί πρὸς λόγον ἐστὶ τὸ τὸν Νεῖλον ἄγειν γῆν καινὴν ἢ ποιεῖν;
352.p34
352.p34
ἔτι τοίνυν οὐδὲ τῆς Αἰθιοπίας τε καὶ Αἰγύπτου ἡ αὐτὴ φύσις, ἀλλʼ ἡ μὲν ὑπόψαμμός τε καὶ ξηρὰ καὶ κατὰ λεπτόν ἐστι συνεστηκυῖα, ἡ δʼ οὕτω βαθεῖα καὶ πεπηγυῖα ὡς οὐ ῥᾴδιον εὑρεῖν ἑτέραν· ἀλλὰ μὴν ἀμφοτέρωθι ταὐτὸν γίγνεται. πῶς οὖν ταὐτὰ αἴτια περὶ ἀμφοῖν ἐγχωρεῖ λέγειν, τῶν τοσοῦτον διαφόρων; εἰ μὲν γὰρ ἡ τῆς Αἰγύπτου φύσις αἰτία, οὐχ ἥ γε τῆς Αἰθιοπίας, ὡς ἔοικεν, ὅθεν πρόπαλαι κεκίνηται· εἰ δʼ ἡ τῆς Αἰθιοπίας φύσις αἰτία, τί δεῖ λέγειν ὡς ἡ Αἴγυπτος κοίλη καὶ ὑπὸ τῶν ὀρῶν συγκέκλειται; οὔτε γὰρ ἐν ταύτῃ τὸ αἴτιον οὔθʼ, ὡς ἔοικε, τοῦτο. καὶ μὴν κἀν τοῖς ἄνω καταρρακτῶν τοῖς περὶ Ψέλχιν κέκλιται τὸ πρὸς ἑσπέραν τοσοῦτον ὥστε μηδʼ ἐγγὺς εἶναι τὸ βάθος τῆς χώρας τῷ ῥείθρῳ. ἔστι μὲν γὰρ ὀφρὺς ἀμμώδης, ἀπείργουσα τὸν ποταμὸν πρὸς τὴν κάτω πᾶσαν χώραν, τελευτᾷ δʼ εἰς πολλῷ βαθύτερον τὸ πρὸς