Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 353 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
353.p35
353.p35
ἑσπέραν. ὥστʼ εἰ τῆς γῆς νοτὶς ἦν τὸ ὕδωρ, οὐκ ἂν εἰς τὸν ποταμὸν εἶχε συρρεῖν, ἀλλʼ ἐξεχεῖτʼ ἂν ἐπὶ θάτερα τοῦ ποταμοῦ. ἤκουσα δὲ ἔγωγε καὶ τῆς Παλαιστίνης Συρίας ἐν Σκυθῶν πόλει περὶ τὸν τόπον, ὃς τάς τε δὴ βαλάνους τῶν φοινίκων τὰς ὀνομαστὰς καὶ τὸν ὀπὸν φέρει, λίμνην εἶναι, ἣν ἐπειδὰν ὁ Νεῖλος ἀνέλθῃ, σημαίνειν· καὶ γὰρ τὸ ῥῆμα τοῦτʼ ἦν τῶν ξένων, ἔλεγον δὲ ὡς αὐξανομένης. εἰ μὲν οὖν καὶ αὕτη μεταξὺ Λιβύης καὶ Ἀραβίας ἐστὶν ἡ γῆ ἢ κοιλοτέρα τῆς ἄλλης ἁπάσης, δῶμεν ἀληθῆ λέγειν Ἔφορον, καίτοι τοσοῦτόν γε ψεύδεται, εἰπὼν μὴ δεῖν ἄλλοθι ζητεῖν, μὴ γὰρ εἶναι ταυτόν. εἰ δὲ πολλαὶ ταύτης οὖσαι κοιλότεραι, εἰ καὶ μὴ ἐπὶ μακρὸν, ἀλλʼ οὖν ἔστʼ ἐφʼ ὅσον γε, ὅμως δὲ τοῦτʼ οὐχὶ πάσχουσιν, ἄλλο τί σοι σκεπτέον τὸ αἴτιον τῆς ἀναβάσεως, ὡς οὔτε τὴν ἀραιότητα τῆς γῆς οὔτε τὴν κοιλότητα λέγειν ἐνὸν φαίνεται, ἀλλὰ ταῦτα καὶ πάντων ἥκιστα. εἰ γὰρ ἐγίγνετο αὐτόθεν ἡ πλήρωσις, οὐκ ἂν οὔτε τὰς λίμνας τὰς ἔξω τοῦ ποταμοῦ συνέβαινεν αὔξεσθαι οὔτʼ αὐτὸν ὑψοῦσθαι τοσοῦτον ὥστʼ ἐπικλύζειν ἅπασαν τὴν εἴσω τῶν ὀρῶν τούτων γῆν οὕτω λαμπρῶς ὥστε τοὺς πλέοντας νύκτωρ τοῖς ἄστροις ἐστὶν ᾗ τεκμαίρεσθαι. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις ἐκ τῆς κοτύλης τὸν ἀμφορέα πληροῦσθαι πείθοι, ψιλὸν ἐκ ψιλῆς, αὐτὸν ἐξ αὐτῆς. ἀλλʼ, οἶμαι, κατιόντος τοῦ ποταμοῦ μεγάλῳ τῷ μέτρῳ καὶ τῆς γῆς οὐχ ἱκανῆς οὔσης τὸ ὕδωρ χωρεῖ μέχρι τοῦ δεχομένου, τὴν διέξοδον αὐτὸ αὑτῷ ποιοῦν. διὰ τοῦθʼ αἵ τʼ ἔξω πηγαὶ προσλαμβάνουσι πίδακας ἐκ τοῦ ποταμοῦ καὶ εἰς τὰ ἔθνη τὰ πλησίον αἴσθησις τῆς ἀναβάσεως ἔρχεται, καὶ συνδιαδέχεται τὰ σχολάζοντα, ὥσπερ ὅταν οἴκημα πληρωθῇ.
353.p36
353.p36
τοσαῦτα δὴ ἡμῖν καὶ πρὸς τὴν Ἐφόρου σοφίαν καὶ γνώμην καινὴν εἰρήσθω, ὅτι καὶ μόνος ἧφθαί φησι τῆς ἀληθείας. ἥσθην δὲ θαλάττῃ γλυκείᾳ Λιβύης ἐπέκεινα εἴσω ῥεούσῃ διὰ τοὺς ἐτησίας καὶ ταύτῃ καὶ κροκοδείλοις καὶ μύθοις Μασσαλιωτικοῖς ἀντὶ τῶν Συβαριτικῶν. εἰ γὰρ μὴ συνίης, ὦ χαριέστατε Εὐθύμενες, εἰ ταῦτʼ ἀληθῆ Ἔφορος λέγει σοὶ φάσκων δοκεῖν, ὅτι οὐ λύεις ἀπορίαν, ἀλλὰ

Intertext edge

Open linked passage

Note