Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
354.p37
354.p37
κινεῖς μείζω καὶ ἀτοπωτέραν τῆς ἐξ ἀρχῆς, πῶς οὐκ ἀληθῶς ἔξω στηλῶν καὶ Γαδείρων φήσει τις ἐπισκώπτων εἶναί σοι τὸν νοῦν, ὥσπερ τὴν Θρᾶττάν φασί ποτʼ ἐκεῖνο εἰς Θαλῆν εἰπεῖν, εἰ ποταμὸν φεύγων ἀγνοεῖς εἰς τὴν θάλατταν ἐμπίπτων, ἀνὴρ ὁ σκώπτων ἐρεῖ; τί γὰρ δή ποτʼ εἰ μέν τις ποταμὸς τοῦ θέρους αὔξεται μόνος τῶν ἄλλων θαυμασόμεθα καὶ τὰς αἰτίας ζητήσομεν, θάλατταν δʼ οὐ πολλῷ μᾶλλον θαυμασόμεθα εἴ τίς ἐστι γλυκεῖα μόνη τῶν πασῶν; καὶ μὴν οἱ ποταμοὶ μὲν εἰ καὶ τὴν αὐτὴν ἔχουσι φύσιν τὴν τοῦ ῥεῖν, ἀλλʼ οὖν χωρίς γε καὶ καθʼ αὑτοὺς ἕκαστοι ῥέουσιν ὅσοι μὴ προϊόντες εἰς ταὐτὸ συμβάλλουσιν, ἡ δὲ θάλαττα ἅπασα ἀνακέκραται δή που καὶ συνεχής ἐστιν ἡ φύσις αὐτῆς, ἣν εἴ τις διαιρήσει τῷ λόγῳ, τί χρήσεται θαυμάσαι λοιπόν; δεῖ δʼ, ὡς ἔοικε, καὶ περὶ τούτων εἰπεῖν διελόμενον. εἰσὶ γὰρ δή που τέτταρές που τῆς ἔξω θαλάττης ἀπόρροι. ὧν ὁ μὲν ἐξ ἑσπέρας εἰς Φᾶσιν διὰ Γαδείρων εἰσέχει καὶ τῆς πλησίον Λιβύης, καὶ ἔστιν ὁ κόλπος οὗτος ἡ καθʼ ἡμᾶς αὕτη θάλαττα, ἣ σχίζει δίχα τὴν γῆν, προσλαβοῦσα τὴν Μαιῶτιν λίμνην καὶ τὸν ὑπὲρ αὐτῆς ποταμὸν Τάναϊν, καὶ ποιεῖ νῆσον τὸ τμῆμα ἑκάτερον τῇ κύκλῳ θαλάττῃ, πλὴν εἰ βούλει Φᾶσιν καὶ δὴ Τάναϊν φάσκειν εἶναι τῶν ἠπείρων ὅρον. ἀλλʼ ὅ γε τῆς θαλάττης κόλπος οὗτος οὕτως ἔχει. ἕτερος δʼ ἐστὶν ἀπόρρους ἐκ μεσημβρίας πληρούμενος, ἡ ἐρυθρὰ θάλαττα καλουμένη, ἣ Λιβύην καὶ Αἴγυπτον καὶ τὸ πρὸς τούτων Ἀραβίας χερρόνησον ποιεῖ, πρὸς τὴν εἴσω τε καὶ ἔξω θάλατταν τριῶν ἡμερῶν ὁδὸν Ἰσθμῷ. τρίτος δʼ ἄνω τούτων ἐστὶ κόλπος ὁ Περσικὸς, ᾧ μετὰ τὴν ἐρυθρὰν θάλατταν ἐπιστρέφοντι χερρόνησός ἐστιν, ἡ εὐδαίμων Ἀραβία καὶ ὁ τῆς Περσικῆς ὅσον ἐντός. τετάρτη δʼ ἐκ Βορέου καὶ Κασπίας πύλης εἰς τοὺς παρʼ ἡμῖν τόπους εἰσέχει θάλαττα, ἣ καλεῖται Κασπία, εἰ δὲ βούλει, Ὑρκανία.
354.p38
354.p38
τί οὖν πρὸς λόγον ταῦτα; οὐ γὰρ ἄλλως γε ἀπόλογον Ἀλκίνου διηγοῦμαι. ὅτι πρῶτον μὲν αὗται καὶ τοσαῦται τὸ πλῆθός εἰσι θαλάττης χῶραι καὶ παρὰ ταύτας οὐδεμίαν ἑτέραν θάλατταν ἴσασιν οὔτε Ἑλλήνων οὔτε βαρβάρων οὐδένες, οὔκουν ὡς ἀληθῶς τῶν γʼ ἐντὸς τούτων