Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 355 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
355.p39
355.p39
καὶ τῆς περιεχούσης, ἀλλʼ ὅσον ἄλλο ὕδωρ κέχυται κόλπους ἔχον, λίμναι καὶ ἕλη καὶ τενάγη καὶ τοιαῦτα ὀνομάζεται. ἣν γὰρ ἐν τῇ κατὰ Φοινίκην Συρίᾳ θάλατταν καλοῦσί τινες νῦν, τὴν ἄγονον ταύτην, αὐτίκα ἐροῦμεν πόθεν εἴληφε τοὔνομα. ἔπειτα ταύτας πάσας, οἶμαι, συμβέβηκε τὴν αὐτὴν ταύτην ἔχειν φύσιν ἀλλήλαις τε καὶ τῇ πηγῇ, καὶ οὐδείς ἐστιν ὅστις ὑπεξείλετο εἶναί τινʼ αὐτῶν γλυκεῖαν, ἀλλʼ ὁμοῦ θάλατταν εἰρήκασι. καὶ δήλη ἐστὶν ἡ τοῦ ὕδατος φύσις ἰδία τε καὶ μόνης τῆς θαλάττης οὖσα, ὥστε καὶ τῶν φρεάτων ὅσα πρὸς τὸ ἁλμυρὸν κέκλικε θάλατταν καλοῦσιν οἱ πολλοὶ, καὶ ἧς ἀρτίως ἐμνήσθην λίμνης τῆς ἐν τῇ Συρίᾳ τὸ ὕδωρ ἅλμην ἔχον τῆς γῆς θαλάττης ἐπωνυμίαν παρὰ τοῖς πολλοῖς πεποίηκε. καὶ οὐχ ἡ μὲν Λιβύην περιρρέουσα θάλαττα γλυκεῖα καὶ πότιμός ἐστιν, ἡ δὲ πρὸς αὐτοῖς Γαδείροις ὁμοία τῇ παρʼ ἡμῖν διὰ τὸ μίγνυσθαι. πρῶτον μὲν γὰρ οὐδὲν μᾶλλον ἁλμυρᾷ προσῆκεν αὐτῇ διὰ ταύτην ἢ καὶ γλυκείᾳ διʼ ἐκείνην εἶναι, εἴπερ κἀκείνῃ μίγνυται, καὶ ταῦτα χύδην, οὐ διὰ πορθμοῦ. ἔπειτα καὶ ἐκ τῆς μαρτυρίας δῆλον τῶν ἔτι νῦν ἐκπλεόντων ὡς ὁ λόγος πέπλασται. εἰσὶ γὰρ δή που καὶ νῦν οἱ πλέοντες ἔξω στηλῶν οὐκ ἐλάττους ἢ κατʼ ἐκείνους τοὺς χρόνους· καὶ οὐκ ἐν μακροῖς γε χρόνοις ἅπαξ ἢ δὶς, ἀλλʼ ὁσημέραι συνεχῶς καὶ ὁλκάδες καὶ ἔμποροι κομίζονται διʼ ἀμφοτέρας τῆς θαλάττης, ὡς συνεχοῦς καὶ μιᾶς, ἀνοιχθέντος τοῦ κάτω τόπου παντὸς καὶ δοθείσης ἀδείας πλεῖν ὑπὸ τῆς νῦν ἡγεμονίας. ἡμᾶς δʼ ὡρμημένους ἡ νόσος ἔφθη καταλαβοῦσα. καὶ οὔτε τῶν ἁλιέων τῶν πρὸς τοῖς Γαδείροις ἔστιν ἀκοῦσαι λεγόντων γλυκεῖαν εἶναι τὴν ἔξω θάλατταν οὔτε τῶν εἰς τὴν μεγάλην νῆσον περαιουμένων τὴν ἀντιπέρας Ἰβήρων· καίτοι στρατεύματά τε εἰς αὐτὴν ἑκάστοτε παντοῖα διαβαίνει καὶ ἀναχωρεῖ τοῖς καθήκουσι χρόνοις, καὶ ἄρχοντες καὶ ἰδιῶται μυρίοι διαβαίνουσιν ἑκάστοτε. οὐ γὰρ τῷ μέρει τὸ ὅλον λόγον ἐστὶν ἔχον ἀκολουθεῖν, ἀλλʼ εἶναι τὸ μέρος τοιοῦτον οἷόν περ ἂν ᾖ τὸ ὅλον τὴν φύσιν. ἀπορρεῖ δʼ οὐκ ἀπὸ τῆς

Intertext edge

Open linked passage

Note