Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
356.p40
356.p40
ἡμετέρας ἡ ἔξω θάλαττα καὶ πᾶσα καὶ ἧς μηδʼ ὁτιοῦν εὕρηται πέρας πρὸς θάτερα, ἀλλʼ ὁ καθʼ ἡμᾶς οὗτος κόλπος ἀπὸ τῆς ἔξω θαλάττης εἰσρεῖ, πόρρωθεν κομίζων τὴν φύσιν. καὶ μὴν οὐδὲ Καρχηδονίων οἱ ἐκπλεύσαντες ἔξω Γαδείρων καὶ τὰς ἐν τοῖς ἐρήμοις τῆς Λιβύης πόλεις οἰκίσαντες τοῦτον ἤνεγκαν οἴκαδε τὸν λόγον οὐδʼ ἀνέγραψαν οὐδʼ ἀνέθηκαν ἐν τῷ ἱερῷ, ἕτερα πολλὰ καὶ ἄτοπα γράψαντες· οὓς οὔτʼ ἀγνοῆσαι δήπουθεν οὔτε γνόντας εἰκὸς ἦν ἀποκρύψασθαι. καὶ ταῦτʼ ἐξεπίτηδες οἷς εἶδον ὥσπερ φιλοτιμουμένους, ἅπαντʼ ἦν ἐλάττω τοῦ γλυκεῖαν θάλατταν ἔχειν εἰπεῖν ὡς εἶδον.
356.p41
356.p41
ἔτι τοίνυν ἔγωγε θαυμάζω πῶς ποτʼ ἀπῆρεν ἁνὴρ οὗτος τοσοῦτον ἀπὸ τοῦ γνωρίμου καὶ τίς ἡ δύναμις αὐτοῦ καὶ τίς ἡ πρόφασις τῆς ἀποδημίας. μόνον μέν γε οὐκ εἰκὸς ἐκπλεῦσαι, μετὰ πολλῶν δʼ ἀφικόμενον μόνον οὐκ εἰκὸς ἦν κοσμῆσαι τὸν λόγον, οὐ μὴν οὐδʼ εἰς βιβλίον ἐγγράφειν ὡς ἀποχρῶν, οὐδʼ ὅσον πρὸς τοὺς ἐπιτηδείους διηγήσασθαι, ἀλλὰ δημοσίᾳ φράσαι καὶ ἀναγγεῖλαι, ἀναθέντα λέγω καὶ τοῦτον, ὥσπερ οἱ τῶν Καρχηδονίων ἡγεμόνες γράμματα ὑπὲρ τούτων εἴς τι τῶν κοινῶν ἱερῶν. καὶ μὴν εἴ γʼ ἦν ταῦτʼ ἀληθῆ, τίνʼ ἂν Ἑλλήνων ἐλάνθανε λοιπόν; ἅπασι γὰρ ἂν ἐξῆν εἰς Μασσαλίαν πλεύσασι μαθεῖν, καὶ μιᾶς γε ταύτης ἀπορίας ἀπηλλάχθαι διὰ Μασσαλιωτῶν. ἀλλʼ οὔτε Μασσαλιῶται ταῦτα λέγουσιν οὔθʼ ὁ Μασσαλιώτης ὁμοίως ἡδὺς εἰπεῖν καὶ πιστὸς, ἀλλά τις ἀρχαῖος μᾶλλον καὶ ποιητικός. καὶ μὴν οὐχ ὅτι κροκοδείλους καὶ ἵππους ποταμίους εἰς τὸν λόγον ἐντέθεικε, τούτου χάριν ἄξιον πιστεῦσαί τι, ἀλλʼ ἐνταῦθα καὶ κάλλιστα τὸ πλάσμα φωρᾶται καὶ ὅτι κομψεύεται. οὐ γὰρ ἰδὼν τοὺς κροκοδείλους οὐδὲ τοὺς ἵππους, εἶτʼ ἐξήγγειλεν, ἀλλʼ ἵνα τὰ ἄλλʼ ὡς ἀληθῆ δόξειε λέγειν, τοὺς κροκοδείλους καὶ τοὺς ἵππους προσέθηκε, καταφεύγων ἐπὶ τὰ γνώριμα καὶ πίστιν ἐφελκόμενος τῷ πλάσματι προσθήκῃ πλάσματος ἑτέρου πρὸς τἀληθὲς πεποιημένου. ἀλλʼ οἶμαι τοὺς μὲν τοιούτους λόγους καὶ μύθους ταῖς τιτθαῖς ἄμεινον παριέναι τοῖς παιδαρίοις, ἐπειδὰν ὕπνου δέηται, διηγεῖσθαι,