Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
357.p42
357.p42
θάλαττάν τινα γλυκεῖαν καὶ ἵππους ποταμίους καὶ ῥέουσαν τὴν θάλατταν εἰς τὸν ποταμὸν καὶ τὰ τοιαῦτα ὕπνου φάρμακα. ἑτέρων δʼ εἴρηται λόγος μικτός. τὸ μὲν γὰρ οὐ μάντεως δεῖται, τὸ δʼ οὐδʼ ἂν μάντις οὐδεὶς πείσαι. ὅτι μὲν γὰρ ἐν τοῖς θερμοτάτοις εἰσὶν αἱ πηγαὶ τοῦ Νείλου δῆλον, εἴπερ ἐκ τῆς μεσημβρίας ὁρμᾶται. φησὶ δὲ ταύτας καομένας τοῦ θέρους ἕλκειν ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν καὶ συνιόντος ὕδατος πολλοῦ πληροῦσθαι, καὶ τοῦτʼ εἶναι τοῦ ποταμοῦ τὴν ἀνάβασιν. ἐγὼ δʼ ὅτι μὲν καὶ πάντας εἰκὸς ἦν τοὺς ἐν τοῖς θερμοῖς τόποις ταὐτὸ τοῦτο πάσχειν ποταμοὺς οὐ λέγω, ἀλλὰ πῶς οὐκ ἄτοπον τὰς μὲν πηγὰς ἐν τοῖς θερμοτάτοις φάσκειν εἶναι, τὰ δὲ πλησίον ὕδατα αὐτῶν μὴ ἐν τοιούτοις ἑτέροις ἀξιοῦν εἶναι; οὐκοῦν ὁπότʼ ἐν τοῖς ὁμοίοις ἐστὶ τόποις, ταυτὸν πάσχειν ἀνάγκη. τί οὖν μᾶλλον τὰς τοῦ Νείλου πηγὰς ἕλκειν ἐφʼ αὑτὰς τὰ ἄλλα ὕδατα ἢ τἄλλα ὕδατα αὐτὰ δεῖσθαι τῆς ἐκεῖθεν ἐπιρροῆς εἰκός ἐστιν; ἀλλὰ μὴν εἴ γε ἅπαντα ἐνδεέστερα αὐτῶν ἔσται, πρῶτον μὲν ἅπαντα ἐλάττω τοῦ θέρους ἢ τοῦ χειμῶνος ἔσται, ἔπειτα ἀλλήλοις ἐπαρκεῖν οὐχ ἕξει, χωριζόμενα ὑπὸ τῆς θέρμης καὶ καθʼ αὑτὰ ἕκαστα γιγνόμενα. ὥστʼ ἐπὶ τοὔλαττον καὶ κάτω χωρεῖν αὐτοῖς, οὐχ ὑψοῦσθαι προσῆκε. καὶ μὴν τὸ μὲν ἕλκειν τὰς πηγὰς ἐφʼ αὑτὰς τὸ πλησίον ὑγρὸν τῇ ξηρότητι δότω τις ἀληθὲς εἶναι καὶ μὴ φιλονεικείτω· τὸ δὲ μὴ μόνον τοσοῦτον λαμβάνειν ὥστε τὸ ἀρχαῖον ἐκπληροῦν, ἀλλὰ καὶ τοσούτῳ πλεονάζειν ὡς παραπέμπειν τὸν Νεῖλον μέχρι θαλάττης, τοσοῦτον ὑπὲρ τοὺς ἄλλους τε καὶ ὃ τούτου μεῖζόν ἐστιν ** ἔχει λόγον ταῦτα συγχωρεῖν; ποῦ γὰρ ἔτι καὶ ἐκτήκεσθαι φήσομεν αὐτὰς, εἴπερ τοσοῦτόν τε καὶ εἰς τοσοῦτον χρόνου καθʼ ἡμέραν ἑκάστην ἐπιδιδόασιν; οὐκοῦν ἢ ἅμα τʼ ἐξαναλοῦνται καὶ τὸ ῥεῦμα οὐκ ἂν ἔχοιεν ἀφιέναι, ἢ τοσοῦτον εἰ περίεστιν αὐταῖς, πῶς ἕλκουσι διὰ ξηρότητα; εἰ γὰρ καὶ τὸ ἐξ ἀρχῆς ἐφειλκύσαντο, πληρωθείσας γε εἰκὸς ἀνιέναι· εἰ δʼ αὖθις ὁ ἥλιος ἐξέτηκεν, οὐκ ἂν εἶχον εἰς ὕψος ὑπερβαλεῖν διὰ τὸ αὐτὸ τοῦτο ὑποδιδόντος ἀεὶ τοῦ πληρουμένου κατὰ τὸν τῶν ποιητῶν πίθον. ὥστʼ ἐλάττοσιν αὐταῖς προσῆκεν εἶναι τὸ πλέον τοῦ χρόνου ἢ συνεχῶς μείζοσιν.