Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 358 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
358.p43
358.p43
ἄλλος δὲ ἄλλο τι ληρεῖ, ἐμοὶ δὲ δοκοῦσιν ἅπαντες οὗτοι λόγον εἰπεῖν ἕκαστος ἐζητηκέναι καὶ τοσοῦτον ἀπέχειν τοῦ τἀληθῆ λέγειν ὥστε καὶ συνειδότες αὐτῶν οἱ πλείους ὅτι ψεύδονται φιλονεικεῖν πρὸς ἃ ὑπέθεντο, εἶθʼ ὥσπερ ἐν σκότῳ τοξεύοντες ἄλλος ἄλλοθεν διαμαρτάνειν. ἐγὼ δʼ οὐχ οὕτω σοφὸν εἶναι νομίζω περὶ τῶν ἀδήλων φροντίζειν, οὐδὲ σκαιότητα ἔχειν εἴ τις ἀφίσταται, ὡς τὸ τοῖς ὑπὲρ τῶν ἀδήλων ἰσχυριζομένοις μὴ ῥᾳδίως πιστεύειν νοῦν ἔχοντος εἶναι τίθεμαι. εἰ δὲ δεῖ κοινὸν ἐπὶ πᾶσιν εἰπεῖν, λέγω πρὸς μὲν τοὺς διὰ τῶν ἐτησίων ψευδομένους ὅτι τοῦ χειμῶνος πολλῷ μείζους καὶ βιαιότεροι βορέαι συνείρουσι καὶ νέφη πάντα κινοῦσι, κινοῦντες δʼ ἐλαύνουσι κατὰ φύσιν πρὸς μεσημβρίαν. καὶ τότε καὶ πρότερον πᾶν ἔστʼ εἰπεῖν ἢ ὅτι χειμῶνος ποτὲ ὁ Νεῖλος ηὐξήθη. καίτοι τί μᾶλλον τοῦ θέρους ηὔξετʼ ἂν ἢ τοῦ χειμῶνος, εἴπερ ἐκ τῶν ἀνέμων εἶχε τὴν ἀρχήν; πρὸς δὲ δὴ πάντας ἐφεξῆς ἐκεῖνο λέγω ὅτι πάντες ὑπʼ ἀλλήλων ἐλέγχονται νέοι ὄντες ἐν τοῖς λόγοις. ὅταν γὰρ οἱ μὲν ἐκ τῶν πνευμάτων, οἱ δʼ ἐξ ὑετῶν, οἱ δʼ ἐκ χιόνος, οἱ δὲ τὸν ἥλιον τοῦ χειμῶνος εἶναι τὸν τήκοντα, οἱ δὲ τὸν ἥλιον τοῦ θέρους τὸν ἀπελαύνοντα τὸ ὕδωρ, οἱ δʼ ὅθεν ἄν τις βούληται φάσκειν γίγνεσθαι τὴν ἀνάβασιν, πάντες δὲ εἰκάζωσιν, εἰδῇ δὲ μηδεὶς, οὐ μόνον ἐκ τῶν καθʼ ἕκαστον ἐλέγχονται δήπουθεν, ἀλλὰ καὶ πάντες κοινῇ περὶ ἀλλήλους ὅτι οὐ τἀληθὲς εὑρήκασιν, ἀλλʼ ἕκαστος λόγον εἰπεῖν βεβούληται. καὶ νῦν ἐγὼ κινδυνεύω δοκῶν ἅπασιν ἀντιλέγειν ἅπαντας ἔχειν τούτου μάρτυρας. οἷς γὰρ ἕκαστοι τοὺς ἑτέρους ἐλέγχουσι, ταῦτʼ ἐμοὶ πρὸς ἅπαντάς ἐστιν. ὥσθʼ ὅσον εὖ φρονοῦσι βεβαιῶν αὐτοῖς, ὅσον ὥσπερ ἐν μάχῃ προεισφέρουσιν ἀγνωμοσύνης, τοῦτʼ ἀφαιρῶ. ὥστʼ οὐ μόνον ἐκ τοῦ βελτίονος, ἀλλὰ καὶ τοῦ πολλαπλασίου, σύμψηφός εἰμι καὶ καθʼ ἕνα ἑκάστῳ καὶ πᾶσι κοινῇ· ἕκαστος γὰρ αὐτῶν ἅμα τʼ αὐτὸς τὴν αὑτοῦ φέρει καὶ πᾶσι τοῖς ἄλλοις ἀνταγωνίζεται. εἰ δὲ μὴ ἐλάττω προσεξεύρομεν ἡμεῖς ἢ ʼκεῖνοι προκατεχρήσαντο, οὐκ ἴσως ἄξιοι μέμψεως. καὶ μὴν οὐδʼ Ὅμηρος ἀξιόπιστος, λέγων ἂψ εἰς Αἰγύπτοιο, διιπετέος ποταμοῖο. ἐγὼ γὰρ ὡς μὲν ἅπαντά τις ἂν προσθείη τε καὶ χρὴ Διὶ,

Intertext edge

Open linked passage

Note