Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
359.p44
359.p44
καὶ Νεῖλον ἂν δοίην εἶναι διιπετῆ καὶ ἔργον ἐκείνου, ἐπεὶ καὶ πατέρα αὐτὸν ἀνδρῶν τε θεῶν τε καλοῦμεν Ὁμήρου καὶ τοῦτο τὸ ῥῆμα φθεγγομένου, καίτοι τῶν θεῶν, ἀλλʼ οὐ πάντων πατὴρ αὐτῶν τῶν θεῶν ἐστι κατʼ αὐτοὺς τοὺς ποιητὰς, καὶ οὐ δή που βιάσαιτʼ ἄν τις καὶ τὸν Ποσειδῶ τούτου χάριν υἱὸν εἶναι Διὸς καὶ τὴν Ἥραν θυγατέρα, καὶ ταῦτα Ὁμήρῳ δοκεῖν· αὐτὸς γὰρ Ὅμηρος οὐχ οὕτω νομίζων δείκνυσιν. καὶ μὴν εἴ γε πατὴρ ἀνδρῶν τε θεῶν τέ ἐστιν ὁ Ζεὺς, καὶ ποταμῶν ἂν εἴη καὶ τῶν γιγνομένων ἐν τῷδε τῷ παντὶ, πρέπων γʼ ἐστὶ καὶ Νείλου κεκλῆσθαι πατὴρ οὐχ ἧττον ἢ Ξάνθου τοῦ Τρωικοῦ. οὕτω μὲν δὴ καὶ Νεῖλον φήσαιμʼ ἂν ὅπερ εἶπον, εἶναι Διὸς ἔργον τε καὶ παῖδα. εἰ δʼ ὡς περὶ Σκαμάνδρου καὶ τούτου ἢ Ὅμηρος ἤ τις ἄλλος ποιήσεται τοὺς λόγους, ἢ Σιμοῦντος, ἢ Γρανίκου, συγγνώμην ἂν ἡμῖν ἔχοι, εἰ μᾶλλον ἂν αὐτὸν φαῖμεν τῶν ἐν Τροίᾳ γιγνώσκειν ἢ τῶν κατʼ Αἴγυπτον· ἐπεὶ καὶ Φάρον ἐν τοῖς ἔπεσιν εἴρηκεν Ὅμηρος διαρρήδην ἡμερήσιον πλοῦν ἀπέχειν Αἰγύπτου, καὶ ὥσπερ οὐκ ἀρκοῦν, ἀλλὰ προσεπισφραγιζόμενος τὸ τῆς ἐξουσίας προσέθηκεν, Ἧι λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, τῇ νηὶ δὴ λέγων τῇ πλεούσῃ. καίτοι τῆς μὲν ἠπείρου ἀπέχει Φάρος ἑπτὰ μάλιστα σταδίους, αὐτὴ δʼ ἐστὶν ὡσπερεὶ μεθόριον Λιβύων καὶ Αἰγυπτίων. εἰ δὲ τοσοῦτον ναῦς πανημερία θεῖ, καὶ εἰ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν, ἐγὼ μὲν οὐκ ἔχω πιστεῦσαι· καίτοι φασί τινες τῶν ὑπὲρ τῶν ἄλλων ῥᾳδίως ἀπολογουμένων ὅτι ἀπεῖχεν, ὡς ἔοικεν, ἡ Φάρος τότε τῆς Αἰγύπτου πολὺ, νῦν δʼ ὁ ποταμὸς συντέτμηκε προσχῶν ἀεί. καὶ τοῦτʼ οὖν ἔχει νῦν οὕτω κἀκεῖνα, φασὶν, ὀρθῶς Ὅμηρος εἴρηκε. τούτοις δὲ ἤδη σαφῶς Ὅμηρος αὐτὸς ἀντιλέγει. πῶς; ὅτι οἶδε καὶ αὐτός που τὸν Μενελάου σὺν Ἑλένῃ πλοῦν εἰς Αἴγυπτον. ὁ τοίνυν Κάνωβος ὄνομά ἐστι Μενελάου κυβερνήτου, ὡς Ἑκαταῖός τε δή φησιν ὁ λογοποιὸς καὶ τὸ κοινὸν τῆς φήμης, οὗ τελευτήσαντος περὶ τὸν τόπον τοῦτον λείπεται τοὔνομα, ταυτὶ φημὶ, ὡς Ἕλληνες λέγουσιν, ἐπεὶ ἔγωγε ἤκουσα