Orationes 48
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
360.p45
360.p45
ἐν αὐτῷ Κανώβῳ τῶν ἱερέων οὐ τοῦ φαυλοτάτου ὅτι μυρίοις ἔτεσι πρότερον ἢ Μενέλαον ἐκεῖσε προσχεῖν τὸ χωρίον οὕτως ὠνομάζετο. καὶ οὐκ ἄντικρυς μὲν ἔλεγε τοὔνομα τοῦτʼ αὐτὸ ὡς ἀπογράψαι γράμμασιν Ἑλληνικοῖς, ἀλλʼ ἦν μὲν ὥσπερ ἐμφερόμενον καὶ περιτρέχον, Αἰγύπτιον δὲ καὶ δυσγράμματον μᾶλλον. τόδʼ οὖν ἡμετέρᾳ φωνῇ δηλοῦν ἔφη χρυσοῦν ἔδαφος, εἰωθός τι τοῦτο τοῖς Αἰγυπτίοις ἐπιφημίζειν τοιαῦτα τοῖς παρʼ αὑτοῖς χωρίοις, οἷον Ἐλεφαντίνη καὶ πάλιν Διὸς πόλις καὶ Ἡλίου δὲ πόλις· οὕτω καὶ τοῦτʼ ἔφη τοὔνομα χρυσοῦν ἔδαφος εἶναι εἰπεῖν ἀνδρὶ Ἕλληνι. ἀλλʼ ἐῶ τοῦτο· καίτοι Αἰγυπτίους γε ἀκριβέστερον εἰκὸς εἰδέναι τὰ σφέτερα αὐτῶν ἤπερ Ὅμηρον τὸν ἐν Σμύρνῃ καὶ Ἑκαταῖον τὸν ἐν Μιλήτῳ, οὐ μόνον κατὰ τοῦθʼ ὅ τις ἂν φήσειεν ἁπλῶς εἰκὸς καὶ κοινὸν, ἀλλʼ ὅ γε καὶ ἴδιον κατὰ τούτων ἔστιν εἰπεῖν, ὅτι διὰ παλαιότητα χρόνου καὶ τὸ μηδὲν αὐτοῖς τῶν ἐξ οὐρανοῦ πεπονθέναι τὴν χώραν, καὶ τῶν παρὰ τοῖς ἄλλοις ἐπιφανῶν μάρτυρές εἰσιν αὐτοὶ καὶ ἵστορες ἀξιόχρεῳ, καὶ πάντα φυλάττουσιν ἐν στήλαις ἐν τοῖς ἱεροῖς ἀντʼ ἄλλων κτημάτων. ἀλλʼ ὅμως καὶ τοῦτο τὸ ἰσχυρὸν παρίημι. ἀλλʼ ἔστω κατὰ τοὺς παρʼ ἡμῖν λογοποιοὺς ὁ τοῦ Μενέλεω κυβερνήτης ὁ τὴν ἐπωνυμίαν, ὡς ἐτελεύτησε, πεποιηκὼς τῷ τόπῳ. εἰ τοίνυν δεῖ τούτῳ τῷ λόγῳ πιστεύειν, Κάνωβος Φάρου σταδίους εἴκοσι καὶ ἑκατὸν ἀπέχει. καίτοι ναῦς πανημερία θέουσα ὑπʼ ἀνέμου κατὰ πρύμναν πνέοντος, προσθήσω δὲ καὶ λιγέος, οὐκ εἴκοσι καὶ ἑκατὸν σταδίους ἀνύσει μάλιστα, ἀλλʼ ἴσως μᾶλλον διακοσίους καὶ χιλίους. καὶ ἡμεῖς τοσούτους ἐν εὐπλοίᾳ πολλάκις ἠνύσαμεν, τὸ πᾶν διελόμενοι πρὸς τὰς ἡμέρας ὕστερον.
360.p46
360.p46
ἀλλʼ οἱ ποιηταὶ μύθους μὲν οἶμαι συνθεῖναι καὶ ποταμῶν καὶ πόλεων ὀνόματα ἀπαριθμῆσαι καὶ τοιαῦτα ποικίλλειν παντὸς μᾶλλον ἴσασί τε καὶ διώκουσι, μάρτυρες δʼ οὐχ ἱκανοὶ περὶ τῶν οὕτως ἐλέγχου δεομένων. αὐτίκα Πινδάρῳ πεποίηται, ὅσπερ μάλιστʼ ἀληθείας ἀντέχεσθαι δοκεῖ τῶν ποιητῶν περὶ τὰς ἱστορίας, καὶ οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν τῶν τόπων καὶ οὗτος ὁ ἔλεγχος. φησὶ γὰρ Αἰγυπτίαν Μένδητα παρὰ κρημνὸν θαλάσσας. καίτοι