Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 361 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
361.p47
361.p47
οὔτε κρημνός ἐστιν οὐδεὶς ἐκεῖ οὔτε θάλαττα προσηχεῖ, ἀλλʼ ἐν πεδίῳ πολλῷ καὶ κεχυμένῳ, οὗπερ ὁ Μενδήσιος ἅπας νομὸς οἰκεῖται, καὶ ἡ πόλις αὐτῶν, ἣν ὀνομάζουσι Θμοῦιν· ὥστε μηδʼ ὀφθαλμῷ καταλαβεῖν εἶναι μήτʼ ἀπʼ ἄκρων ἐπὶ θάτερα μήτʼ ἐκ μέσου, μηδʼ ἑτέρωσε. ὁ δʼ ἄρα Κιθαιρῶνος καὶ Ἑλικῶνος πλέως ὢν καὶ Φικίου ἄκρου πρὸς τὰ παρʼ αὑτῷ καὶ συνήθη κἀκεῖνα τεκμαιρόμενος μάλα ἐλευθέρως εἶπεν οὔτʼ ἰδὼν οὔτʼ ἀκούσας σαφῶς, ποιήσας δὲ πρὸς τὸ δόξαν αὑτῷ κατὰ τὴν ἀρχαίαν τε καὶ ἐκ πατέρων τοῖς ποιηταῖς ὑπάρχουσαν περὶ ταῦτα ἐξουσίαν. καὶ τί δὴ θαυμαστὸν, εἰ περὶ ὧν μηδʼ αὐτοὶ οἱ ἐπιχώριοι καὶ ταῦτα ὄντες Αἰγύπτιοι γιγνώσκουσι, περὶ τούτων οἱ τοσοῦτον ἀπέχοντες ποιηταὶ μηδὲν ἰσχυρὸν ἔχουσι λέγειν; ἀλλὰ γὰρ κινδυνεύει παντελῶς, ὅπερ καὶ μικρῷ πρόσθεν εἶπον, ἴδιον τὸ τοῦ Νείλου πρᾶγμα καὶ τελέως ἀποκεχωρηκὸς εἶναι τῶν ἄλλων ποταμῶν. τί γὰρ δή ποτʼ, εἰ βούλει, μόνος ποταμῶν αὔρας οὐκ ἀφίησι; καίτοι εἴ γε ἀπὸ χιόνος ἢ ὑετῶν ᾔρετο, οὐκ ἂν μόνος ποταμῶν αὔρας οὐ παρείχετο, ἀλλὰ καὶ πλείστας ἂν καὶ μεγίστας, ὅσῳ καὶ μέγιστός ἐστιν. ὅπου γὰρ καὶ γῆ ψιλὴ βρεχθεῖσα ἀφίησιν αὔρας, τί τόν γε δὴ Νεῖλον πάσχειν ἂν φήσομεν, εἴπερ ἐξ ὄμβρων τοσοῦτος ἀνήρχετο, ἢ νὴ Δίʼ ἐκ χιόνος τακείσης, ὡς ὁ τῶν ἑτέρων λόγος; τί δʼ ἂν εἴποις τὴν περὶ τὴν ἀνάβασιν αὐτοῦ τάξιν καὶ μουσικήν; τὸ ἐν Συήνῃ μὲν καὶ Ἐλεφαντίνῃ ὀκτὼ καὶ εἴκοσιν αἴρεσθαι πήχεις, περὶ δʼ αὖ τὸ Ἰνδικὸν καὶ Ἀράβιον ἐμπόριον τὴν Κόπτον ἕνα καὶ εἴκοσι, καὶ πάλιν τούτων ἀφαιρεῖν ἑπτὰ καὶ τέτταρας καὶ δέκα ἄγειν τοὺς κατὰ Μέμφιν γνωρίμους καὶ πρὸς οὓς Ἕλληνες ἤδη λογίζονται, κάτω δʼ ἐν τοῖς ἕλεσιν εἰς ἑπτὰ καταβαίνειν, εἶτα δύʼ ἤκουον. ἆρά γε Ἴστρος ἢ Φᾶσις ἢ Στρυμὼν ταῦτα σοφίζεται, ἀλλʼ οὐ τοῦ Νείλου μόνου ταῦτʼ ἐστὶ σοφίσματα; χῶν μὲν οὐ τῇ φύσει τῆς χώρας ** ποῖος δʼ ὧν ἴσμεν ποταμὸς χρόνου κρεῖττον ὕδωρ παρέχεται σὺν τοσούτῳ ῥεύματι; οὔτε γὰρ αὐτόθι σήπεται φυλάττοντι οὔτʼ

Intertext edge

Open linked passage

Note