Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 362 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
362.p48
362.p48
εἰς τὴν ὑπερορίαν ἐκκομισθέν. ἀλλʼ αἱ ὁλκάδες αἱ εἰς Ἰταλίαν ἀπʼ Αἰγύπτου πλέουσαι, ἐπειδὰν ἀναπλεύσωσιν ἐκεῖθεν, σῶν ἔχουσι τὸ λοιπὸν οὗ παρεσκευάσαντο, καὶ φθάνει τὸ δεύτερον ὃ ἂν προσαρύσωνται, οἷα ἐν μήκει πλοῦ προδιαφθαρὲν, ἢ τὸ ἀρχαῖον καὶ συναναχθέν. καὶ μόνοι δὴ ὧν ἴσμεν Αἰγύπτιοι κεράμια ὕδατος ὥσπερ ἄλλοι οἴνου πιμπλᾶσι, καὶ ἔχουσι τριῶν καὶ τεττάρων ἐτῶν ἔνδον καὶ ἔτι πλειόνων, καὶ τῷ χρόνῳ σεμνύνουσιν, ὥσπερ ἡμεῖς τὸν οἶνον. ἢ καὶ τούτου φήσει τις αἴτιον εἶναι ὅτι ἐξ ὄμβρων αὔξεται; καὶ τί δή ποτε οὐ πᾶσι ποταμοῖς τὸ αὐτὸ συμβέβηκε; πάντες γὰρ ὕονται. καὶ οὐκ εἰκάσαι γε ἡμᾶς ὅτι ὕονται δεῖ, ἀλλὰ πάρεσμεν αὐτοὶ τοῖς ὄμβροις καὶ προσοικοῦμεν ὡς ἔπος εἰπεῖν τὰς ὄχθας. καὶ ἔνιοί γε αὐτῶν ἐπʼ ἐλαχίστῳ τῷ ἀρχαίῳ τὸ ἐκ τῶν ὄμβρων προσλαβόντες καὶ αὐξηθέντες ὅμως οὐδʼ ἐκ τοῦ νικῆσαι παρέχονται τὴν αὐτὴν χρείαν. ὁ δὲ καὶ τοῦ θέρους αὔξεται, τοῦ δὲ χειμῶνος ἔσθʼ αὑτοῦ καὶ τότʼ ἐστὶ βέλτιστος. γλυκύτητι τοίνυν πόσον οἴει νικᾶν τοῦτο τὸ ὕδωρ; ὅσον οὐδʼ ἂν εἴποις. καίτοι τούτου τί τὸ αἴτιον; ἐκείνου δʼ αὖ τί τις ἂν φαίη, ὅτι κινδυνεύει τρόπον τινὰ ἀεὶ τὸ ἀποσχιζόμενον αὐτοῦ ῥεῦμα ἴσον εἶναι τῷ κυρίῳ καὶ παντί; τί δʼ οὐ τῶν ἐκείνου θαῦμα; ἢ πῶς οὐκ ἐκ παραδόξων ἅπας συνείλεκται; ᾧ γε ἐπικουρεῖ μὲν ὕδωρ οὐδὲν, ἀλλὰ καὶ πέτραι ῥήγνυνται τῇ ξηρότητι καὶ τὰ ὄρη μονονοὺ φλόγα ἀφίησιν, ὁ δʼ ἐν μέσῳ τῶν ἀποριῶν τούτων ῥέων πάσας μὲν λίμνας, πάντας δὲ κόλπους καθείργει πλήθει τοῦ ὕδατος, οὐ μόνον τὸν τῆς ἀναβάσεως χρόνον, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα. καθέστηκε δʼ ἀντὶ μιᾶς πηγῆς ἁπάσῃ τῇ γῇ καὶ οὔτε πόλις οὔτʼ οἶκος οὔτε χωρίον οὐδὲν ἐκφεύγει τὴν ἐκείνου χρείαν καὶ δύναμιν, ἀλλὰ ταυτὸν δύναται ταῖς ἐν μεσογείᾳ τῶν πόλεων καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς ὅπερ τοῖς ἐπὶ ταῖς ὄχθαις κατῳκημένοις, μᾶλλον δʼ αὐτοῖς τοῖς πλέουσι μέσον πόρον.

Intertext edge

Open linked passage

Note