Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 363 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
363.p49
363.p49
ἐπειδὰν δὲ ὁ θερισμὸς ἥκῃ καὶ δέῃ πρὸς ὕψος ἰέναι, τὰ μὲν ἄλλʼ ἀμύθητα, ἄμμοι δʼ ἐκεῖναι καὶ γῆς χάσματα ἀντὶ τεμπῶν καὶ ἑλῶν ἔστιν αὐτῷ τὸ μηδαμῆ κωλύειν, ἀλλʼ ἀτεχνῶς ὥσπερ οἱ τὴν ἐναντίαν τῷ παντὶ βαδίζοντες τῶν ἀστέρων ἐναντία καὶ τοῖς καιροῖς καὶ τῇ φύσει τῆς χώρας αἴρεται. καίτοι τίς οὐκ ἂν ἰδὼν καὶ τοῦθʼ ἕν τι τῶν ἀπίστων ἔκρινεν, ἐξαρκέσαι τοῖς χάσμασι καὶ πληρῶσαι τὰ διεστηκότα, μᾶλλον δʼ ἔτι τούτου πρότερον διὰ τῆς ἄμμου τῆς ἄνω διεξῆλθεν; ὁ δʼ ὥσπερ φιλονεικῶν πρὸς τὰ ἐναντία αὐτῷ τὸν πόρον ἐργάζεται. καὶ πρῶτον μὲν τὰ κοῖλα καὶ τὰς χαράδρας ἐπλήρωσεν ὑπελθὼν ὑποβρύχιος, ὥσπερ οἱ ὕφαλοι κολυμβηταὶ, τρέψας εἰς τὸ κάτω τὰ πρῶτα τῆς ἀναβάσεως· ἔπειθʼ ὑπὲρ αὐτῶν τε καὶ τῆς χώρας ἵσταται, προϊὼν ἀεὶ πρὸς τὸ μήκιστον μετρητὸς ἤδη. εἰ δέ τις ᾔδει τὸ ἀφανὲς τοῦ ἔργου, μειζόνως ἂν ἐθαύμασε τοῦ ὁρωμένου. πολλοὺς γὰρ οἶμαι ποταμοὺς τῶν νῦν εἰς πρώτους τελούντων οὐκ ἂν ἀρκέσαι τοῖς κάτω τῆς χώρας, ἀλλʼ ἐμπεσόντας ἂν αὐτόθι κρυφθῆναι, ὥσπερ τὸν Εὐφράτην προϊόντα ἀφανίζεσθαι λόγος. νῦν δʼ ὥσπερ τῶν πυραμίδων τὰς μὲν κορυφὰς ὁρῶντες ἐκπληττόμεθα, τὸ δʼ ἀντίπαλον καὶ ὑπὸ γῆς ἕτερον τοσοῦτον ὂν ἠγνόηται, λέγω δὲ ἃ τῶν ἱερέων ἤκουον, καὶ δὴ καὶ τὸν Νεῖλον κορυφωθέντα μὲν Αἴγυπτος ἡ πᾶσα ὁρίζεται, καὶ πρὸς τὸ προκείμενον κρίνομεν τὸ Αἰγύπτιον πέλαγος, τοσοῦτος ἐπέρχεται· ὅπως δʼ εἰς τοῦτο ἥκει καὶ ὅθεν ἤρξατο τῆς ἀναβάσεως ἐκπέφευγε τὴν ἱστορίαν. τὸ δὲ δὴ καὶ μόνην ταύτην ἁπασῶν χωρῶν ὥσπερ τι ζῶον καθεστάναι πρὸς ἀμφότερα ὑπὸ τοῦ ποταμοῦ, τοτὲ μὲν χερσαίαν εἶναι καὶ ἐφʼ αὑτῆς ἐπὶ τοῦ ξηροῦ, αὖθις δʼ ἐν τῷ ὕδατι διαιτᾶσθαι, τῷ χρὴ ταῦτα προσθεῖναι πλὴν ἢ τῇ μεγάλῃ σοφίᾳ καὶ προνοίᾳ τοῦ θεοῦ, ὅστις ἐν ᾗ ἥκιστα ὕειν ἔμελλε, τὸν Νεῖλον ἐπήγαγε μιμητήν τινα ἑαυτοῦ καὶ ἀντὶ ὄμβρων εἶναι τοῖς ** ταύτης τῆς δωρεᾶς αὖ τηνικαῦτα

Intertext edge

Open linked passage

Note