Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 48
Aristides, Aelius48 364 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
364.p50
364.p50
ἐπήγαγεν, ἡνίκα τοῖς τε ἀνθρώποις ἔμελλε μάλιστα ἐν καιρῷ ἔσεσθαι καὶ τῇ χώρᾳ τὴν φορὰν οὐ μόνον οὐκ ἐλάττω τῆς ἱκανῆς, ἀλλὰ καὶ θαυμαστὴν πλήθει παρέξεσθαι; ταύτην ἐγὼ μόνην αἰτίαν ἐπινοῶ διʼ ἣν ὁ Νεῖλος διʼ Αἰγύπτου καὶ τῶν ἐκείνῃ ῥεῖ καὶ μέγιστος δὴ τοῦ θέρους. ὁρῶ δʼ ὅτι καὶ τῶν ἰαμάτων ἀπὸ τῶν σωτήρων θεῶν ἀπολαύομεν, ὧν εἷς ἐστιν ὁ τῷ Νείλῳ συνώνυμος· καὶ τὸ μὲν κεφάλαιον καὶ τὴν καθάπαξ αἰτίαν ἅπαντες σύνισμεν, ὅτι ἡμᾶς βούλονται σώζειν καὶ ὑγιεῖς ποιεῖν, τὴν δʼ ἐπίνοιαν αὐτὴν καὶ τὸ αἴτιον ὧν φράζουσιν ἑκάστοτε τίς πώποτʼ ἐξευρεῖν οἷός τε; οἵ γε καὶ διʼ αὐτῶν τῶν ἐναντιωτάτων εἶναι δοκούντων καὶ ἃ μάλιστʼ ἄν τις φυλάξαιτο ἰάσαντο. καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεφθέγχθω, οὐκ ἐκ προνοίας εἰρημένα οὐδὲ βουλευθέντα ἐξ ἀρχῆς, ἀλλὰ τοῦ λόγου ταύτῃ προενεγκόντος ὥσπερ ῥεύματος. Νεῖλος δὲ ποταμῶν οὐχ ἧττον κάλλιστος ἢ μέγιστος, καὶ χρείᾳ καὶ θέας ἡδονῇ καὶ τοῖς πᾶσι πολὺ νικῶν· καὶ διὰ γῆς ἀρίστης καὶ καλλίστης διεξέρχεται, καὶ ἀὴρ ὁ περὶ αὐτὸν ἀέρων κάλλιστος καὶ τοῖς ὀφθαλμοῖς λαβεῖν καθαρώτατος· μεστὴ δὲ ὕδατος οὖσα ἡ γῆ πᾶσα ξηρότατον τὸ ἄνω πασῶν χωρῶν παρέχεται. ὡς δὲ καὶ σεισμοῖς καὶ λοιμοῖς καὶ τοῖς ἐξ οὐρανοῦ κατακλυσμοῖς ἀνάλωτος ἡ χώρα διʼ αὐτόν ἐστιν οὐδὲ τοὺς πρὸ ἡμῶν Ἕλληνας ἔλαθεν. ἃ δὴ καὶ Αἰγύπτιοι συνεορακότες, οἶμαι, μειζόνως ἄγουσι τὰ κατʼ αὐτόν. ὥστʼ ἔγωγέ ποτε ἤκουσα καὶ ἄλλου τῶν τι δοκούντων εἰδέναι περὶ ταῦτα ὅτι καὶ τῶν νομίμων τῶν περὶ τὰς ἑορτὰς καὶ θυσίας εἰς τὸν Νεῖλον αὐτοῖς ἀνήκει τὰ πλεῖστα.

Intertext edge

Open linked passage

Note