Orationes 49
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
371.p12
371.p12
νὴ Δία ἀλλʼ ὁ Ἀχιλλεὺς νεανιεύεται. ὁ δέ γε Ὀδυσσεὺς ὠμογέρων ὢν τί λέγει; καὶ ταῦτα πρὸς αὐτὸν ἐκεῖνον λέγων
371.p12
ὦ Ἀχιλεῦ Πηλέως υἱὲ,
371.p12
εἰ μὲν ἄλλο τι κρείττων ἀξιοῖς εἶναι, συγχωρῶ,
371.p12
ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην,
371.p12
καὶ προσέθηκεν ὅτι καὶ πολλόν. οὐδὲ γὰρ ὥσπερ οἱ φαῦλοι τῶν γραμματιστῶν λυμαίνονται τῷ ἔπει οὐχ οὕτως ἔχει, οἳ τὸ πολλὸν ἀπολύουσιν ἀπὸ τοῦ προτέρου, ἄγουσι δʼ ἐπὶ τὰ ἑξῆς, ὧν ἡγεῖται κατὰ τὴν τοῦ ἔπους ἀρχήν. ἐμοὶ δὲ οὗτοι οὐ πάνυ τι δοκοῦσιν ἐπαΐειν περὶ λόγων. ἔστι γὰρ ἄντικρυς ἀντίθετον· φησὶ γὰρ
371.p12
κρείττων εἶς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον γε
371.p12
ἔγχει
371.p12
τὸ πρότερον· εἶτα,
371.p12
ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην
371.p12
πολλόν.
371.p12
ἄκουε δὴ πῶς ἀντίκειται. ὃ μὲν ἐκεῖ τὸ ἔγχει, νοήματι ἐστὶν ἐνταῦθα, ὃ δʼ ἦν τὸ οὐκ ὀλίγον γε, τοῦτʼ ἀντʼ ἐκείνου τὸ πολλὸν, ὥσπερ ἂν εἰ καὶ οὕτως εἶπε μεταλαβὼν, πολὺ κρείττων σὺ ἐμοῦ τὰ ἐν πολέμῳ, ἐγὼ δὲ σοῦ ταῦτα οὐκ ὀλίγον. ἔτι δέ σε ἐπάξω βεβαιότερον, εἰ βούλει. Ὅμηρος γὰρ περὶ μὲν ἡλικίας οὐ πάνυ τι χρῆται προσθήκαις τοιαύταις, ὅσα γε ὡς ἐν τῷ παρόντι μεμνῆσθαι, εἰς δὲ ἀρετῆς κρίσιν πολλάκις, οἷόν τι λέγω, φησὶ δή που περὶ τοῦ Διὸς λέγων καὶ τοῦ Ποσειδῶνος
371.p12
ἀλλὰ Ζεὺς πρότερος γεγόνει,
371.p12
τοσοῦτον μόνον, καὶ πολὺ οὐ προστίθησι. καίτοι ὅτι πολὺ
371.p12
δῆλον καὶ μὴ προσθέντος αὐτοῖς τε τοῖς ἐκείνου καὶ τοῖς ἄλλοις. ᾁδει γὰρ εἰς αὐτὸν ἀεὶ, πατὴρ ἀνδρῶν τε θεῶν τε. ὥστε πῶς οὐ μακρῷ πάντων ἐστὶ πρεσβύτατος; ἑτέρωθι τοίνυν φησὶν
371.p12
ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
371.p12
ἥρως Πρωτεσίλαος.
371.p12
τοσοῦτον μόνον ὅτι πρότερος, πόσον δέ τι οὐ λέγει. ἀλλʼ ἐπειδὰν κρίνῃ, προστίθησι πολὺ, μέγα, τὰ τοιαῦτα,
371.p12
ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας,
371.p12
ὄφρʼ Ἀχιλεὺς μήνιεν.
371.p12
εἶτα πῶς;
371.p12
ὁ γὰρ πολὺ φέρτερος ἦεν.
371.p12
τοῦτο δὴ τὸ οἴκοθεν ἔθος διαβιβάζει καὶ ἐπὶ τὸν Ὀδυσσέα, νομίζων κἀκείνῳ προσήκειν οὕτως εἰρῆσθαι, ὅτι ἐγὼ σοῦ προφέρω πολὺ εἰς γνώμην. καὶ ὅ γε Ὀδυσσεὺς θαρρῶν αὐτὸ, οἶμαι, προσετίθει. ᾔδει γὰρ καὶ αὐτὸν τὸν