Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 49
Aristides, Aelius49 372 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
372.p13
372.p13
Ἀχιλλέα ἃ μὴ δυνατὸς ἦν οὐ προσποιούμενον οὐδʼ ἀλαζονευόμενον. αὐτὰ γὰρ ταῦτα ὧν ἀρτίως ἐμνήσθην, ἐν οἷς ὁ Ἀχιλλεὺς ἐπαρρησιάζετο, ὁμολογίαν τινὰ εἶχεν ἀδελφὴν τοῖς λόγοις τοῦ Ὀδυσσέως, ἐπεὶ κἀκεῖνος οὕτως διορίζεται λέγων ὅτι ἐν πολέμῳ, ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι. ἔχων οὖν ἐνέχυρον ὁ Ὀδυσσεὺς τὴν ἐκείνου ψῆφον καὶ εὖ εἰδὼς ὅτι οὐκ ἀηδῶς τἀληθὲς ἀκούσεται, ἀλλὰ τοῦ αὐτοῦ καὶ λέγειν καὶ ἀκούειν ἐθέλειν ἐστὶ τἀληθῆ· ἐκεῖνά τε σὺ, ἔφη, πολὺ κρείττων ἐμοῦ καὶ ταῦτα ἐγὼ σοῦ τοσοῦτον ἕτερον.
372.p14
372.p14
τὸ δὲ ἔτι κάλλιον, ὁ γὰρ Νέστωρ οὐδʼ ὠμογέρων τις ἔτι ὢν, ἀλλʼ οὕτω σφόδρα πρεσβύτης καὶ πέπων ὥστʼ αὐτῷ
372.p14
δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
372.p14
ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο,
372.p14
μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
372.p14
οὕτω σφόδρα δόξει σοὶ κριτῇ μειρακιεύεσθαι ὥστε μηδὲν εἶναι χρῆμα λαλίστερον αὐτοῦ μηδʼ αὐθαδέστερον. οὐδὲ γὰρ εἰσάπαξ ποτὲ ἐπαινέσας αὑτὸν ἀπηλλάγη, ἀλλʼ ἐστὶν ὅμοιος ἁπανταχοῦ· ὃς πρῶτον μὲν τοὺς βασιλέας διαλλάττων φησὶ συγγενέσθαι ἀνδράσιν οὐ κατὰ τοὺς νῦν, ἀλλὰ μακρῷ πάντων κρατίστοις, ἑαυτὸν διʼ ἐκείνων σεμνύνων· ὥστʼ οὐδʼ ἀπεκρύψατο αὐτὸ, ἀλλʼ εἶπεν ἄντικρυς
372.p14
καὶ μέν μευ βουλέων ξύνιον, πείθοντό τε μύθῳ,
372.p14
ὄντες, φησὶ, τοιοῦτοι. τὸ δʼ ἔτι μεῖζον
372.p14
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
372.p14
τηλόθεν ἐξ Ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.
372.p14
δύο προσθῆκαι, ὅτι τε αὐτοὶ ἦσαν οἱ μεταπεμψάμενοι καὶ δεηθέντες καὶ ἔτι
372.p14
τηλόθεν ἐξ Ἀπίης γαίης,
372.p14
ὡς δὴ οὕτω σφόδρα ἔνδοξος καὶ θαυμαστὸς ὤν. εἰ δʼ ἐρεῖς ὅτι εὔγνωμον καὶ σύμμετρον τὸ
372.p14
καὶ μαχόμην κατʼ ἐμαυτὸν ἐγώ,
372.p14
φημὶ κἀγὼ, καὶ οὐδαμοῦ τοὺς μαινομένους ἐπῄνεσα, ἀλλά τοι τῆς αὐτῆς ἐστι δεξιότητος καὶ τὰ προκείμενα, καί πως ἀμφότερά ἐστιν ἀληθῆ καὶ τοῦ ἐμοῦ λόγου. οὗ μὲν γὰρ ἐκείνων ἡττᾶτο
372.p14
καὶ μαχόμην
372.p14
ἔφη
372.p14
κατʼ ἐμαυτόν,
372.p14
οὗ δὲ κἀκείνων κρείττων καὶ τούτων πρὸς οὓς διελέγετο, ὑπό τʼ ἐκείνων προκριθῆναί φησι καὶ

Intertext edge

Open linked passage

Note