Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 49
Aristides, Aelius49 375 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
375.p18
375.p18
ὥρας ἐν σώματι καὶ κάλλους ὁπόσου τινὸς ἀντάξιον ἡ τῶν λόγων χάρις καὶ τὸ ταύτης κάλλος ὑπερπέφυκεν. ἢ ταῦτʼ οὐκ εἰς αὑτόν σοι δοκεῖ λέγειν;
375.p18
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τʼ ἐς αὐτὸν
375.p18
τερπόμενοι λεύσσουσιν, ὁ δʼ ἀσφαλέως ἀγορεύει
375.p18
αἰδοῖ μειλιχίῃ, μέγα δʼ ἐμπρέπει ἀγρομένοισιν·
375.p18
ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσι.
375.p18
καὶ μὴν ὅτι γʼ εἰς αὑτὸν αὐτῷ ταῦτα ἔχει δῆλον ἐκ τοῦ ἑτέρου τοῦ ἐναντίου. φησὶ γὰρ
375.p18
ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές.
375.p18
τὸ μὲν γὰρ ἐκείνῳ δίδωσι δυοῖν ὄντοιν, τὸ δʼ αὑτῷ, τὸ λοιπόν. καὶ ταῦτʼ οὐχ ὑπʼ αὐθαδείας, ὦ σοφίας ὄφελος σὺ καὶ μέγα κῦδος Ἀχαιῶν, οὐδὲ τηνάλλως ἐκεῖνος διεξῄει τῷ θυμῷ παραδοὺς ἑαυτὸν, ἀλλʼ ἐπιστρέψαι βουλόμενος τὸ μειράκιον, τεθραμμένον ἐν τρυφῇ καὶ πολὺ τῆς ἀληθείας διημαρτηκός. καὶ ὡς ἔοικεν ὤνησε. μεταγιγνώσκει τε γὰρ οὐκ εἰς μακρὰν καὶ πατέρα αὐτὸν ἀντὶ τῶν προτέρων ἐκείνων καλεῖ καὶ εἰς διαλλαγὰς ἔρχεται. πάλιν δʼ αὖ περὶ τῆς ἐν τοῖς ἄθλοις ἕξεως αὐτοῦ λέγων, ἄντικρυς ὥσπερ Νέστωρ ἐν Ἰλιάδι, καθʼ ἕκαστον διελόμενος ὁπόσον κρατοίη λέγει
375.p18
πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι.
375.p18
εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι,
375.p18
πρῶτός κʼ ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ
375.p18
ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
375.p18
ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν·
375.p18
δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ.
375.p18
ταῦτα μὲν ἐν τῇ θέᾳ τῶν Φαιάκων, πρὶν καὶ τοὔνομα εἰπεῖν πρὸς αὐτοὺς ὅ τι ἐστὶν αὐτῷ. ἐρωτηθεὶς δὲ καὶ τοῦτο ἐν τῷ δείπνῳ
375.p18
εἴμʼ Ὀδυσεὺς, ἔφη, Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
375.p18
ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει·
375.p18
εὖ εἰδὼς ὅτι οὐχ ὁμοίως Φαίακες ἀκούσονται αὐτοῦ τῶν λόγων, ἕνα τε εἶναι τῶν πολλῶν νομίζοντες καὶ προλαβόντες ἐν ταῖς γνώμαις ὅτι νῦν αὑτοῖς τῶν Ἑλλήνων ὁ
375.p18
ἄριστος διαλέγοιτο. οὐκ ᾐσχύνετο οὖν ἑαυτὸν ἐπαινῶν, εἴπερ γε μηδʼ ἑτέρους ὠφελῶν.
375.p19
375.p19
οὕτω μὲν αὐτοί τε οἱ ποιηταὶ φρονοῦσιν ἐφʼ αὑτοῖς καὶ οἱ ἄνδρες περὶ ὧν διαλέγονται, καὶ οὓς μάλιστα παρʼ

Intertext edge

Open linked passage

Note