Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 49
Aristides, Aelius49 377 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
377.p22
377.p22
οὐδʼ ἐκεῖνό γʼ ἂν εἴποις, ὡς ἐμοὶ μὲν αἰσχύνην φέρει τὸ τοιοῦτον, Ὁμήρῳ δʼ εἰς τὸν Δία ἀναφέροντι αἰσχύνην οὐκ ἔχει. ἀλλʼ ὡς ἔοικεν, ὅ τε Ζεὺς ἐξηγεῖται τοῖς θεοῖς τἀληθῆ σωτηρίας τῶν ὅλων ἕνεκα καὶ Ὅμηρος ὡς προσήκοντα τὰ τοιαῦτα οὕτω πεποίηκεν, ὅ τʼ Ἀπόλλων καὶ αὐτὸς παραπλήσια ἐν τοῖς χρησμοῖς ἐπιδείκνυται, οὐκέθʼ οὗτος διὰ ποιητοῦ λέγων, ἀλλʼ ὡς θέμις αὐτῷ
377.p22
οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμοὺς καὶ μέτρα θαλάσσης
377.p22
καὶ κωφοῦ συνίημι καὶ οὐ λαλέοντος ἀκούω.
377.p22
τίνι γὰρ καὶ μᾶλλον προσῆκε τἀληθὲς εἰπεῖν ὑπὲρ αὑτοῦ ἢ τῷ τἀληθῆ περὶ πάντων εἰδότι καὶ λέγοντι; οὕτω τοίνυν καὶ τῶν ἀνθρώπων ὅσοι θεοφιλεῖς καὶ τῶν ὁμοφύλων προέχουσιν, οὐκ αἰσχύνονται τἀληθῆ λέγοντες, ἀλλʼ ἡγοῦνται τοὺς ἀλήτας ὑπὸ ἀπορίας πολλὰ ψευδομένους καὶ κατὰ τὴν τῆς χρείας αἰτίαν ποιῆσαι τοὔνομα τοῦτο ὃ σὺ φεύγεις, τὸν ἀλαζόνα, ᾧ πᾶσαν τὴν ἐναντίαν ἔρχεται
377.p22
δήπουθεν ὁ τἀληθῆ λέγων. ἔστι δὲ κἀν τοῖς νόμοις μὴ λέγειν κακῶς, οὐχ ἁπλῶς, ἀλλὰ τὰ ψευδῆ. ὥσπερ τοίνυν ἐν τοῖς εἰς ἕτερον λόγοις οὐ τὸ κακῶς εἰπεῖν, ἀλλὰ τὰ ψευδῆ δεινὸν, οὕτως οὐδʼ ἂν περὶ ἑαυτοῦ τις εὐφημῇ, δικαίως ἂν ἔχοι μέμψιν, ἕως ἄπεστι τὸ τὰ ψευδῆ λέγειν. ὡς ὅ γε ἀψευδὴς οὔθʼ ἕτερον κακῶς ἀδίκως ἐρεῖ οὔθʼ αὑτὸν ἐπαινέσαι δεῆσαν φεύξεται. οἶμαι δέ σε καὶ Σαπφοῦς ἀκηκοέναι πρός τινας τῶν εὐδαιμόνων δοκουσῶν εἶναι γυναικῶν μεγαλαυχουμένης καὶ λεγούσης ὡς αὐτὴν αἱ Μοῦσαι τῷ ὄντι ὀλβίαν τε καὶ ζηλωτὴν ἐποίησαν καὶ ὡς οὐδʼ ἀποθανούσης ἔσται λήθη. ἀκούεις δὲ καὶ τοῦ Λάκωνος λέγοντος εἰς αὑτόν τε καὶ τὸν χορὸν
377.p22
ἡ Μῶσα κεκλήγει, ἡ λίγεια Σειρήν.
377.p22
καίτοι τί τοιοῦτον ἐγὼ περὶ ἐμαυτοῦ καὶ τῶν ἐμαυτοῦ λόγων παρεφθεγξάμην; πότερον τοῖς Σειρήνων μέλεσι παρέβαλον αὐτοὺς, ἢ πρὸς βιβλία βιβλίον ἀντεξετάσαι κελεύειν αὐθαδέστερόν ἐστιν ἢ τῇ τῶν Μουσῶν φωνῇ τὴν αὑτοῦ φῆσαι προσεοικέναι; προστίθει δὲ κἀκεῖνο, ὅτι αὐτῆς τῆς Μούσης δεηθεὶς κατʼ ἀρχὰς ὁ ποιητὴς, ἵνʼ ἐνεργὸς ὑπʼ αὐτῆς γένοιτο, εἶτα ὥσπερ ἐξέστη καὶ φησὶν

Intertext edge

Open linked passage

Note