Orationes 49
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
378.p23
378.p23
ὅτι τοῦτο ἐκεῖνο χορὸς αὐτὸς ἀντὶ τῆς Μούσης γεγένηται. καὶ εἰ μὲν ἄνευ τῆς Μούσης τοῦτο ἐξελάλησεν, οὐ κοινωνεῖ τοὐμὸν τῆς αἰτίας, ἐγὼ γὰρ τῶν ἐν τοῖς λόγοις ἀγαθῶν ἀφιστάμην τῇ θεῷ· εἰ δʼ ἡ Μοῦσα κληθεῖσα καὶ παραγενομένη ταῦτʼ ἤγαγεν ἐπὶ νοῦν αὐτῷ, δοκοῦντα καὶ ταῖς Μούσαις, ὡς ἔοικεν, ἐστὶ τὰ τοιαῦτα παρρησιάζεσθαι τοὺς ὑπʼ αὐταῖς ζῶντας. ἑτέρωθι τοίνυν καλλωπιζόμενος παρʼ ὅσοις εὐδοκιμεῖ τοσαῦτα καὶ τοιαῦτα ἔθνη καταλέγει ὥστʼ ἔτι νῦν τοὺς ἀθλίους γραμματιστὰς ζητεῖν οὗ γῆς ταῦτʼ εἶναι, λυσιτελεῖν δʼ αὐτοῖς καὶ μακρὰν, ὡς
378.p23
ἔοικεν, ἀπελθεῖν ὁδὸν μᾶλλον ἢ περὶ τῶν Σκιαπόδων ἀνήνυτα πραγματεύεσθαι. ἀλλαχῆ δὲ οὕτω σφόδρα ἔνθεος γίγνεται ὥστε φαίης ἂν ὅτι οὐδʼ οὑτωσὶ κατὰ τὸ ῥῆμα ἔνθεός ἐστιν, ἀλλʼ αὐτὸ δὴ τοῦτο ὥσπερ θεὸς τῶν ἀπὸ μηχανῆς λέγει, Εἴπατέ μοι τάδε, φῦλα βροτήσια. πρὸς θεῶν σὺ δʼ αὐτὸς ἡμῖν τίς εἶναι φήσεις;
378.p23
φέρε δὴ γνώρισον καὶ ταῦτα, εἰ ἄρα οἷός τε εἶ,
378.p23
μαθόντες λάβροι
378.p23
παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρύετον
378.p23
Διὸς πρὸς ὄρνιχα θεῖον.
378.p23
οὐκ ἐνταῦθα ὁ ποιητὴς, ὅστις ποτὲ οὗτός ἐστι, καλεῖ κόρακας μὲν τοὺς ἄλλους ποιητὰς, ἀετὸν δʼ ἑαυτὸν πρὸς ἐκείνους; οὐκοῦν τοσούτῳ κρείττω τῶν ἄλλων ποιητῶν ἑαυτὸν, ὅσον κοράκων ἀετόν; πάλιν τοίνυν πρός τινα τῶν ἀκροατῶν, ἐπειδὴ νυστάζοντα ἑώρα, καὶ οὐκ εἰδότα ὅτῳ σύνεστιν, οὑτωσὶ πεποίηκεν
378.p23
ὄπισθεν δὲ κεῖμαι θρασειᾶν ἀλωπέκων ξανθὸς λέων.
378.p23
οὐ γὰρ δή που καὶ Πίνδαρον φήσεις ὑπʼ ἐμοῦ ταῦτα ἀναπεισθέντα ἐμβαλεῖν εἰς τὴν ποίησιν τὴν ἑαυτοῦ. ἄκουε δὴ καὶ ἑτέρων
378.p23
κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς
378.p23
οἷα τειχίζομεν ἤδη ποικίλον
378.p23
κόσμον αὐδάεντα λόγων.
378.p23
Ἡράκλεις ταυτὶ μὲν οὐδὲ παντάπασιν ἀναίτια τοῖς ῥήμασιν, ἀλλʼ ὅμως καὶ ἐπὶ τούτοις σεμνύνεται ὡς οὐδὲν ἀτιμοτέροις τοῦ νέκταρος, καὶ φησὶν ὅτι οὗτος μέντοι ὁ τῶν λόγων κόσμος
378.p23
καὶ πολυκλείταν περ ἐοῦσαν ὅμως Θήβαν ἔτι μᾶλλον
378.p23
ἐπασκήσει θεῶν
378.p23
καὶ κατʼ ἀνθρώπων ἀγυιάς·
378.p23
ὥσπερ οὐκ ἀρκοῦν εἰ κατὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τοὺς θεοὺς ἔτι μειζόνως τιμήσοντας διʼ ἐκεῖνον τὴν τῶν