Orationes 49
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
380.p25
380.p25
Περσῶν, ἢ Λακεδαιμόνιοι ἀπὸ τῶν δείνων, ἢ ὁτιδήποτʼ ἂν, ἢ τοὐπίγραμμα ἐξαλειπτέον. ἆρά σοι καὶ τὰ τοιάδε δόξει ἀλαζονία τις εἶναι;
380.p25
Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι,
380.p25
ἔκτειναν Μήδων ἐννέα μυριάδας·
380.p25
καὶ
380.p25
ἀμφί τε Βυζάντειον ὅσοι θάνον, ἰχθυόεσσαν
380.p25
ῥυόμενοι χώραν ἄνδρες ἀρηίθοοι·
380.p25
καὶ πάντα ἐκεῖνα καλλίω τῶν σῶν οἶμαι λόγων ἐπιγράμματα, καὶ ἔτι γε μᾶλλον
380.p25
ἐξ οὗτʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔκρινε
380.p25
καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐφέπει,
380.p25
οὐδενί πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν
380.p25
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ὁμοῦ.
380.p25
οἵδε γὰρ ἐν γαίῃ Μήδων πολλοὺς ὀλέσαντες
380.p25
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
380.p25
ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν
380.p25
πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.
380.p25
καὶ πρό γε τούτων
380.p25
ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες
380.p25
παῖδες Ἀθηναίων,
380.p25
οἶμαι λέγει τὸ ἐπίγραμμα καὶ πολλὰ ἕτερα. νὴ Δίʼ ἀλλὰ ταῦτα Ἀττικὰ καὶ θερμότερα. ἀλλʼ ὡς μὲν καὶ ἡμεῖς οὐκ εἰς ἕτερον τελοῦμεν ἔθνος τῇ προαιρέσει τῶν λόγων ἅπασι πρόδηλον. σὺ δʼ οὖν ἐξέταζε τὰ Δώρια, εἰ βούλει, καὶ τὰ Λακωνικά·
380.p25
μυριάσιν ποτὲ τῇδε τριηκοσίῃς ἐμάχοντο
380.p25
ἐκ Πελοποννήσου χιλιάδες τέτορες.
380.p25
ἆρʼ οὖν οὐκ ἀλαζονία ταῦτα καὶ πολλὴ καὶ πρός γε αὐθάδεια λαμπρά; τετρακισχίλιοι, φασὶν, ὄντες τριακοσίαις μυριάσι πολεμίων ἀντήραμεν. ἕτεροι δʼ αὖ λέγουσιν
380.p25
ἀκμῆς ἑστηκυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
380.p25
ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι
380.p25
δουλοσύνας· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα
380.p25
ἥψαμεν, ἀργαλέης μνήματα ναυμαχίας.
380.p25
ὀστέα δʼ ἄμμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος
380.p25
ἀντʼ εὐεργεσίης μνῆμʼ ἐπέθηκε τόδε.
380.p25
ὥστε ὥρα σοι σκώπτειν αὐτοὺς ὡς ἀδολέσχας τινὰς νεκροὺς καὶ οὐκ εἰδότας ἡσυχίαν ἄγειν. κᾆτά σε ἀνήρ τις Σιμωνίδειος ἀμείψεται, ὤνθρωπε, κεῖσαι ζῶν ἔτι μᾶλλον τῶν ὑπὸ γῆς ἐκείνων. φέρε δὴ καὶ ταῦτα ἐξέτασον
380.p25
ἁ Μοῦσα γὰρ οὐκ ἀπόρως
380.p25
γεύει τὸ παρὸν μόνον, ἀλλʼ ἐπέρχεται
380.p25
πάντα θεριζομένα.
380.p25
ταῦτʼ οὐ δοκεῖ σοι σαφῶς ὁ ποιητὴς ἑαυτὸν ἐπαινῶν λέγειν