Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 49
Aristides, Aelius49 382 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
382.p27
382.p27
τῶν ἐν τῇ πόλει, πάντων δʼ ἐγκειμένων αὐτῷ καὶ παρωξυμένων ὡς πρὸς μόνον αἴτιον τῶν κακῶν, παρελθὼν αὐτὸς ἔλεγε τοιαυτὶ, Καὶ προσεδόκων ταῦτα, ὦ Ἀθηναῖοι, καὶ ἀδικεῖτε ὅτι ὀργίζεσθε. εἰμὶ γὰρ ὑμῶν, φησὶ, πάντα ἄριστος, ὥσπερ Ζεύς τις Ὁμηρικός. καὶ τὰ μὲν ἄλλα ἧττον ἄν τις θαυμάσειε, τὸ δʼ, ὦ Ζεῦ καὶ θεοὶ, ῥήτορα μὲν καὶ στρατηγὸν ὄντα, λέγοντα δʼ ἐν ἐκκλησίᾳ, ὕποπτον δὲ τοῖς πολλοῖς καὶ κατὰ ταύτην ἴσως τὴν δεινότητα μηδʼ αὐτὸ τοῦτο ὡς ὑπεναντίον φυλάξασθαι μηδʼ ἀποκρύψαι, ἀλλὰ δέον παραιτεῖσθαι καὶ λέγειν ἅπερ ἄν τις καὶ ἄλλος, Καὶ μή μοι νομίσητε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐγὼ λόγων δεινότητι ἢ τὸ ἐξ ἀρχῆς τοῦθʼ ὑμᾶς ἔπεισα, ἢ περὶ τῶν παρόντων ἀξιῶ θαρρεῖν, ἀλλʼ ἀντὶ τοῦ ταῦθʼ οὕτω κομψεύεσθαι καὶ περιστέλλειν μετὰ τῶν ἄλλων καὶ τοῦτο φάσκει προέχειν, ὅτι καὶ λέγειν εἴη κράτιστος αὐτῶν, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ λόγου, σχεδὸν γὰρ καὶ τοῦτό μοι δοκῶ μεμνῆσθαι. πότερον οὖν σὸν, ὦ Θουκυδίδη, ἢ Περικλέους ἦν; ἕτερος δʼ αὖ φησι τῷ αὐτῷ ποιητῇ, Καὶ προσήκει μοι, ὦ Ἀθηναῖοι, ἄρχειν, ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου, φησὶ, προστίθει γὰρ, οὐ σοί τις παραπλήσιος, ἀλλὰ Νικίας καθήψατο· ὃς σοῦ γε οὐδʼ ἂν τοὔνομα ἀναγκαζόμενος εἰπεῖν ἀνασχέσθαι μοι δοκεῖ. ὁ δʼ ἐν Συρακούσαις δημηγορῶν Ἑρμοκράτης οὐκ ἄντικρύς σοι κομπαστὴς εἶναι δοκεῖ; λέγει γοῦν ἑαυτόν τε καὶ τοὺς Συρακοσίους σεμνύνων δεῖξαι Ἀθηναίοις ὅτι οὐκ Ἴωνες ταῦτα οὐδὲ Ἑλλησπόντιοι, κελεύων ἀπαντᾶν αὐτοῖς ἔξω τῆς Σικελίας. καὶ ταυτὶ μὲν καὶ μετριώτερα· ἀλλʼ ὅρα τὰς ὑπερβολάς· ἰέναι δʼ ἐπὶ τοὺς πολεμίους μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. σὺ δʼ ἀφῄρησαι καὶ τὸ φρονήματι. καὶ ὁ μὲν ἀξιοῖ καταφρονεῖν τῶν δεινῶν, σὺ δὲ μηδὲ φρονεῖν ὅλως, ἀπὸ σαυτοῦ μοι δοκεῖν ἀρξάμενος.
382.p28
382.p28
φέρε δὴ καὶ ἑτέρου κόσμον ὥσπερ ἵππου κατάμαθε. οἶμαι γάρ σε τῶν Δημοσθένους εἰ μή τι ἄλλο, ἀλλὰ τόν

Intertext edge

Open linked passage

Note