Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 49
Aristides, Aelius49 387 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
387.p36
387.p36
ὥσπερ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μέλλων ἅπαντας σοφούς τε καὶ σπουδαίους ποιήσειν. διδάξας δὲ τοὺς Χείρωνας προσπαραγράφει πάλιν αὖ μάλα ὑπερηφάνως ἐπὶ τελευτῆς
387.p36
ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη
387.p36
, τοῖς δʼ ἄλλοις ἐν ἅπαντι βίῳ προτιθέναι φησὶ ποιηταῖς μιμεῖσθαι, δηλονότι ὡς οὐδένα ἐφιξόμενον. ἕτερος δʼ αὐτῶν Ἡρακλέους ὀργήν τινʼ ἔχων φησὶ μεγίστοις ἐπιχειρεῖν· καὶ πάλιν προελθὼν ἀκόλουθον τούτῳ ῥῆμα ἐπιτίθησι
387.p36
τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν.
387.p36
οὔκουν δεινὸν, ὦ γῆ καὶ θεοὶ, Ἀριστοφάνη μὲν τὰ ἑαυτοῦ σκώμματα τοῖς Ἡρακλέους ἔργοις ἐπιχειρεῖν ἀπεικάζειν, τοὺς δὲ τῶν σπουδαίων, ὃ κἂν αὐτὸς ἐκεῖνος δοίη, λόγων ποιητὰς τοὺς ἑαυτῶν λόγους τοῖς ἑτέρων ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι σοὶ κριτῇ; κἀκεῖνος μὲν κωμῳδίαν τινὰ τῶν αὑτοῦ σεμνύνων ἑτέρωθι,
387.p36
σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
387.p36
μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.
387.p36
σὺ δὲ τὸν τῇ θεῷ καὶ σὺν τῇ θεῷ λόγον ποιηθέντα οὐδʼ ἀνωμότως συνεχώρησας ἐπαινέσαι, καὶ ταῦτα ἀπὸ στόματος μόνον. καὶ σιωπῶ τοὺς ἑτέρους· ἀλλʼ ἵνʼ ἐπʼ αὐτοφώρῳ λάβῃς σεαυτὸν ὑβριστὴν ὄντα καὶ συκοφάντην καὶ περίεργον, ἐξέτασον τίς ἦν ὁ τὸν αὑτοῦ λόγον οὕτως ἐπαινέσας ὥστε ἄντικρυς ἐν αὐτῷ ἐκείνῳ περὶ αὑτοῦ
387.p36
διαλέγεσθαι, ὥσπερ ὁ τῆς κωμῳδίας ποιητὴς περὶ τοῦ δράματος, τοῦτο μὲν ἀρχόμενος τοῦ προοιμίου ὑπισχνούμενος ἀξίως ἐρεῖν καὶ τοῦ πράγματος καὶ τοῦ χρόνου τοῦ διατριφθέντος αὐτῷ περὶ τὸν λόγον, καὶ πρός γʼ ἔτι προστιθεὶς ὅτι καὶ παντὸς ὃν τυγχάνει βεβιωκώς· τοῦτο δʼ ἐν τοῖς τελευταίοις ὥσπερ εἰς ἀγῶνα καὶ ἅμιλλαν ἅπαντας προκαλούμενος, ὡς οὐδένα ἂν οὐδʼ ἐγγὺς ἐλθόντα. καίτοι τί φήσεις; πότερα ἐκείνῳ μεῖζον ἐπὶ τοῖς αὑτοῦ προσῆκον φρονεῖν, ἢ ʼκείνῳ μὲν ἐξεῖναι καὶ μεῖζον τοῦ δέοντος, ἐμοὶ δὲ μηδʼ ὅσον ἄξιον; κἀκείνῳ μὲν εἰς αὐτοὺς τοὺς λόγους ἐγγράφειν ἃ φρονεῖ περὶ αὐτῶν, ἐμοὶ δὲ μηδʼ ὅσον λόγου ἔξω παραφθέγξασθαι; καὶ κωμῳδοῖς μὲν καὶ τραγῳδοῖς

Intertext edge

Open linked passage

Note