Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 49
Aristides, Aelius49 390 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
390.p41
390.p41
ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλὰ παρούσης τῆς Ἀθηνᾶς,
390.p41
ᾗ τὰ κράτιστα τῆς σωφροσύνης ἀνεῖται. ἤκουσας δέ που καὶ Ὁμήρου περὶ ἀγωνιστῶν λέγοντος
390.p41
μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ
390.p41
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης,
390.p41
ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο·
390.p41
καὶ οἶσθα δὴ τἀπὶ τούτοις, ἵνα σοι καὶ χαρίσωμαι. νὴ Δίʼ ἀλλὰ βάρβαρος οὗτος καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος. τὸν δʼ ἕτερον τί φῶμεν, τὸν κάλλιστον τῶν Ἀχαιῶν; οὐκ ἀναμνησθήσει πῶς αὖ καὶ τοῦτον ὁπλίζει μετὰ τὴν ἀπόρρησιν τῆς μήνιδος;
390.p41
ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεὺς,
390.p41
τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε· τὼ δέ οἱ ὄσσε
390.p41
λαμπέσθην ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
390.p41
δῦνʼ ἄχος ἄτλητον· ὁ δʼ ἄρα Τρωσὶν μενεαίνων
390.p41
δύσατο δῶρα θεοῦ.
390.p41
ὁρᾷς ὅτι πάντα ὁμοῦ τῷ ἀνδρὶ προστίθησιν, ὀδόντων κρότον, πῦρ ἐν ὀφθαλμοῖς, ὀργὴν εἰς τοὺς πολεμίους, λύπην ἐπὶ τῇ συμφορᾷ, καλλωπισμὸν εἰς τοὺς συστρατιώτας. Ἐνυοῦς μὲν δὴ καὶ Ἐνυαλίου χορευταὶ τοῦτον ἵστανται τὸν τρόπον, οὔτε τὴν γνώμην ἀτρεμεῖν δυνάμενοι, πολὺ δὲ ἧττον ἔτι τὼ χεῖρε ἀτρεμίζοντες, κινεῖται δὲ ἄτοπόν τινα κίνησιν καὶ τὰ χείλη καὶ πᾶν μέρος τοῦ σώματος, καί τις αὐτοὺς θαυμαστὴ κατέχει κρᾶσις λύπης, ὀργῆς, ἐπιθυμίας, λογισμοῦ· οἳ κἂν εἰς λόγους ἔρχωνται, μεταξὺ τῶν ἔργων τοιαυτὶ λέγουσιν
390.p41
ἆσσον ἴθι
390.p41
καὶ
390.p42
390.p42
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι· τοὺς δὲ Ἑρμοῦ τε καὶ Μουσῶν χορευτὰς, περὶ οὓς τὰ τῶν πτερωτῶν λόγων κάλλη τε καὶ τολμήματα Ζεὺς ὁ θεῶν βασιλεὺς ἔταξεν εἶναι, πότερα εἰς γῆν κάτω βλέποντας ὥσπερ τοὺς Ἐρεμβοὺς οὕτως ἀξιώσεις ἐπιδείκνυσθαι τὰ σφέτερʼ αὐτῶν ἔργα, μηδὲν τῶν κανθηλίων διαφέροντας, μέσους ἐγρηγορότων καὶ καθευδόντων, ἢ μηδὲν ἀμβλυτέρους ὄντας φαίνεσθαι τῶν ἐκ Κορυβάντων ἤ τινος ἄλλου δαίμονος θερμοῦ κατεχομένων, ἀλλʼ ἅμα τῷ μέλει κινεῖσθαι τὰ γιγνόμενα; ἀλλὰ τοῦ μὲν Διομήδους οὐκ αἰτιᾷ τὴν κόρυν οὐδὲ τὴν ἀσπίδα, πῦρ ἀφιεῖσαν, ὥς φησιν Ὅμηρος, ἀλλὰ καὶ θαυμάζεις καὶ μεγάλων αὐτὸ ποιεῖς

Intertext edge

Open linked passage

Note