Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 49
Aristides, Aelius49 396 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
396.p50
396.p50
ὅ τε προσαγωγεὺς ἀμείνων ᾤετο εἶναι γνῶναι καὶ ἅττα ἐκείνῳ ῥητέον καὶ εἰς ὅσον καὶ αὐτὸς δὴ ἐκεῖνος συνεχώρει, ἀλλὰ μὴ πάντα ἐν ταὐτῷ φύρειν, ἵνα μὴ καὶ γέλωτα ὀφλήσῃ. ἡμεῖς τοι καὶ εἰς τὸ σῶμα πληγέντες οὐκ ἐπʼ ἀγεννεῖς ἱκετείας ἰατρῶν ἀφικόμεθα, ἀλλὰ καίτοι σὺν θεοῖς εἰπεῖν τοὺς ἀρίστους τῶν ἰατρῶν φίλους κεκτημένοι κατεφύγομεν εἰς Ἀσκληπιοῦ, νομίσαντες εἴτε δέοι σώζεσθαι, διʼ ἐκείνου κάλλιον εἶναι, εἴτε μὴ ἐγχωροῖ, καιρὸν εἶναι τεθνάναι. ἔχοιεν δʼ ἂν καὶ οἱ συμφοιτηταὶ φράζειν περὶ τῆς φύσεως τῆς ἐμῆς. ἐγὼ γάρ τοι καὶ παῖς ὢν, εἴ τι ἤρετο διδάσκαλος ὧν ἠπιστάμην, εἰ ἕτερος ἔφθη ὑπολαβὼν, οὐκ ἂν ἔτι ἐφθεγξάμην, ἵνα δὴ μὴ τὰ ἑτέρου δοκοίην λέγειν. παραπλήσια δὲ καὶ τὰ νῦν ἐν Ἀσκληπιοῦ. εἰρήσεται γὰρ καὶ πρὸς ὑμᾶς τά γε ἀληθῆ, χείρω δὲ καὶ βελτίω νομίζειν ἔξεστιν ὡς ἂν ἑκάστῳ δοκῇ. οὕτω γὰρ αὖ καὶ πρὸς τοὺς ἐκεῖ συμφοιτητὰς καὶ εἶχον καὶ ἔχω, ὥστε ὅστις μὲν μὴ ὑπανίσταται, οὐκ ἄχθομαι αὐτῷ, ὑπανισταμένῳ δὲ αἰσχυνοίμην ἂν μὴ παρεὶς τὴν χώραν. σὺ δʼ εἰ μὲν ὡς ἄρξων ἐνταῦθα ἀφικνεῖ, πεῖσον τούτους ὡς σοὶ προσήκει πρὸ ἡμῶν, εἰ δὲ παρίης ἑτέρῳ τὴν ἡγεμονίαν, ἀναμνήσθητι τῶν Ὁμήρου τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ· καὶ ὧδʼ ἔστω, Τρῶες μεγαλήτορες, ὡς ἀγορεύω· καὶ Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, στρατήγει δὲ μὴ παρὰ τὸν στρατηγόν. αἰσχρὸν γὰρ ἀμφοτέροις, καὶ σοὶ καὶ τῷ στρατηγῷ.
396.p51
396.p51
μικρὰ δὲ προσθεὶς ἀπαλλάξομαι. καὶ ταῦτα ἐξεπίτηδες ἀπέτεινα, οὐχ ὡς οὐ καὶ ἓν τούτων ὁτιοῦν ἱκανὸν ὂν, ἀλλʼ ἵνʼ εἰδῇς διὰ πόσων ἀμαθὴς εἶ τῶν ἐλέγχων καὶ ὅσων ἀθέατος καὶ ἀνήκοος δεῦρο εἰσῆλθες ὥσπερ τις βέβηλος παντάπασιν. εἶτα μύστης ὢν τὸν ἱεροφάντην ἐξετάζεις; καὶ ὁ μὲν ἀρτιτελὴς μύστης ἀτιμότερος τοῦ πάλαι μύστου, ὁ δὲ νῦν πρῶτον εἰς μύστας τελῶν κρίνεις τὸν μυσταγωγόν; ἀρχαῖον δέ μοι δοκεῖς περὶ Μώμου καὶ

Intertext edge

Open linked passage

Note