Orationes 49
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
398.p53
398.p53
ἂν τοσοῦτον σωφροσύνης εἰσηνέγκατο. ἐξελέγξεις δέ με ἡνίκʼ ἂν αὐτὸς κτησάμενος τὴν αὐτὴν δύναμιν τῶν λόγων, οἶμαι δʼ οὐ ῥᾷστόν σοι, εἶτα μετριώτερον ἐπὶ σαυτῷ φρονῶν ὀφθῇς. ἂν δʼ αὐτὸς προσαιτῶν καὶ τῆς ἐφημέρου τροφῆς ἀπορῶν καὶ βλέπων εἰς δύο καὶ τρεῖς ὀβολοὺς ἔγκλημα ποιῇ τῷ βασιλεῖ τῷ γράφοντι, μηδὲ χρυσοῦ καὶ ἀργύρου δαπάνη κεκωλύσθω, φάσκων ὑπερηφανίαν εἶναι ταῦτα καὶ λόγων κόμπον, ὁμοίως ἀργυρίου καὶ φρενῶν ἀπορῶν ἔσει. εἶτα τί φησὶν ὁ Σόλων;
398.p53
εἰ γὰρ ἤθελον
398.p53
ἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,
398.p53
αὖθις δʼ ἃ τοῖσιν ἁτέροις δρᾶσαι, διὰ
398.p53
πολλῶν ἂν ἀνδρῶν ἥδʼ ἐχειρώθη πόλις.
398.p53
ατῶν οὕνεκʼ ἀρχὴν πάντοθεν κυκεύμενος
398.p53
ὡς ἐν κυσὶν πολλαῖσιν ἐστράφην λύκος.
398.p53
ὁρᾷς ὅτι καὶ Σόλων καλλωπίζεται καὶ σοῦ μεῖζον ἐφʼ αὑτῷ φρονεῖ. ἡγεῖτο γὰρ, οἶμαι, τὰ εἰς αὑτὸν αὐτῷ ταῦτα ἐγκώμια πεποιημένα λυσιτελεῖν τοῖς ἄλλοις γίγνεσθαι παραδείγματα. διὰ ταῦτα ὁ εἴσω τὴν χεῖρα ἔχων τὸ φθέγμα ἐπαίρεται καὶ τὰ αὑτοῦ κοσμεῖ δικαίως. τὴν μὲν γὰρ χεῖρα, οἶμαι, εἴσω ἔχειν ἠξίου, τὴν κεφαλὴν δʼ οὐ κάτω. φέρε δή σε καὶ διʼ ἑτέρου τῶν ὀνομαστοτάτων παραμυθήσομαι, ἐπειδὴ δειλότερος εἶ τοῦ δέοντος, ἵνα μὴ λέγω θρασύτερος. ἔστι δʼ ὑπερβολὴ τῶν τοῦ Σόλωνος ἃ οὗτος εἴρηκε. σκόπει γάρ·
398.p53
τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατʼ ἀξίαν· ἔχει δὲ ὧδε.
398.p53
εἶδες ὡς ἐξεφύσησεν ἅπαντας τοὺς βασκάνους, γράψας ἐλευθέρως περὶ τῆς ἑαυτοῦ φύσεως καὶ ὡς εἰκὸς ἦν τὸν βεβαιοῦντα τὸν ἐν χειρὶ λόγον, ὡς ἄρα ἡ τῶν κρειττόνων
398.p53
ἐπίπνοια ὑπερφρονεῖν ποιεῖ τῶν πολλῶν. ἢ τοῖς ἐκ τῶν τριόδων παραπλησίως ἔχειν δοκεῖ σοι ταῦτα; διαπερανάμενος τοίνυν τὸν λόγον τὸν περὶ τοῦ ἔρωτος ποίαν εὐφημίαν ὕστερον περὶ αὑτοῦ παραλέλοιπεν, ἢ τί τῶν καλλίστων οὐκ εἴρηκε; πρῶτον μὲν ὡς ὀρθῶς ἐζήτησε τἀληθὲς, τῷ τὰ μὲν συναγαγεῖν, τὰ δὲ τέμνειν πρὸς λόγον εἰδέναι· ἔπειθʼ ὡς ἐν τάξει τὸν λόγον διέθετο· μέγιστον δὲ πάντων ἐπὶ τῇ μεγαλοπρεπείᾳ φρονεῖ, ὥστε καὶ ἄντικρυς τοῦ