Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 50
Aristides, Aelius50 404 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
404.p5
404.p5
εἰ μή τῳ εἴη οἴκοθεν, αἰτούμεθα, ἵνʼ ὡς κάλλιστα ἔχοντες φαινοίμεθα θαἰμάτια, τὰ σκεύη, τοὺς ἵππους, πᾶν ὅτουπερ ἂν ἡ πομπὴ δέηται. ὥσθʼ ὅταν φῶσιν ἐπείσακτα ταῦθʼ ἑαυτοῖς εἶναι καὶ πεπορισμένα καὶ τῆς ἀρχαίας ἰδέας ἑκόντες ἐκβαίνειν, ἐρωτᾶν χρὴ πότερον χείρονος οὔσης ἢ βελτίονος. εἰ μὲν γὰρ βελτίονος, πῶς οὐ τετύφωνται, εἰ τὴν οἰκείαν καὶ πλείονος ἀξίαν ἀφέντες τὴν φαυλοτέραν ἅμα καὶ μηδὲν προσήκουσαν διώκουσιν; ἀλλὰ μὴν εἴ γε χείρονος φήσουσιν, οὐκ ἐγχωρεῖ λέγειν ὡς ἄρα ἑκόντες προΐενται τὸ βέλτιον, ὅ γε μήτʼ ἐκτήσαντο μήτε εἶδον πώποτε. οὐ γὰρ περὶ ὧν πλημμελοῦσιν ἀπολογία τοῦτό γʼ ἐστὶν, ἀλλʼ ὁμολογία τοῦ κἂν χείρω τούτων εἰπεῖν, εἰ ταῦτʼ ἐκωλύθησαν. ἡδέως δʼ ἂν πυθοίμην παρʼ αὐτῶν εἰ καὶ πηρωθέντας αὐτοὺς ἤτοι νὴ Δία τοὺς ὀφθαλμοὺς ἢ τὰς χεῖρας ἢ καὶ ἄλλʼ ὁτιοῦν τοῦ σώματος, ἡδέως ἂν ἰδόντων τῶν ἀκροατῶν, ἑτοίμως ταῦτα ὑπηρετήσουσιν· ἢ τῶν μὲν τοῦ σώματος οὐδὲν ἂν πρόοιντο εἰς τὴν ἑτέρων ἡδονὴν, τῶν δʼ ἐν τῇ ψυχῇ τὸ βέλτιστον διαφθείροντες οὐδεμίαν ζημίαν τίθενται. ἐγὼ μὲν οὖν ὅταν τούτων ταῦτʼ ἀκούω λεγόντων, οὐκ ἀπέγνωκα τὸ μὴ καὶ τοὺς χωλοὺς τολμήσειν λέγειν ὡς ἄρα οὐκ ἄκοντες ἐνταῦθʼ ἥκουσι τύχης, ἀλλʼ ἑκόντες τὼ σκέλη προήκαντο, ἵνʼ ὡς ἥδιστοι τοῖς ὁρῶσι φαίνοιντο. ἀλλʼ ὅστις μὲν οὕτω δύσερως οὐκ οἶδα ἔγωγε, θῶμεν δʼ, εἰ βούλει, καὶ πάντας, ἀλλὰ τίς οὕτω δυστυχὴς ὅστις ἑκὼν αἱρεῖται δυστυχεῖν; ἢ τίς εἰς τὴν ἑτέρου χάριν αὑτῷ λυμαίνεται; ὅπου γὰρ καὶ τὸ εὖ ποιεῖν διὰ τοῦτο ὁρῶμεν σπουδαζόμενον, ὅτι ἐξ αὐτοῦ καὶ τὸ ἀντʼ εὖ πείσεσθαι προσδοκᾶν ἐστιν, ἦ που τό γε ὑπὲρ τοῦ χαρίσασθαί τῳ κακῶς διαθεῖναι τὰ ἑαυτοῦ παντάπασι πᾶς τις ὀκνήσειεν ἄν. ἢ πολλῆς γʼ ἂν εἴη τῆς ἀλογίας τῶν μὲν φίλων τοὺς οὐκ ἐθέλοντας ἀντευποιεῖν φαύλους ἡγεῖσθαι, αὐτὸν δὲ τοσαύτην ὑπερβολὴν ποιήσασθαι ὥστε πρότερον αὑτῷ τὰ χείριστα χρήσασθαι, πρὶν εὖ τι

Intertext edge

Open linked passage

Note