Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 50
Aristides, Aelius50 405 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
405.p6
405.p6
ποιῆσαι τοὺς χρωμένους, καὶ πρὶν εἶναι δῆλον ἥντινα τῆς προθυμίας κομιεῖται χάριν, αὑτὸν τῶν ὄντων τὰ βέλτιστʼ ἀφαιρεῖσθαι. οὐ γὰρ δὴ τό γε τοῦ Ζωπύρου καὶ τοῦ Κεφαλλῆνος παράδειγμʼ ἂν εἴποιμεν, ὧν ὁ μὲν τὴν ῥῖνα τὴν ἑαυτοῦ καὶ τὰ ὦτα λωβησάμενος εἰσῆλθεν εἰς Βαβυλῶνα, ὁ δὲ πληγαῖς αὑτὸν αἰκισάμενος κατέδυ Τρώων πόλιν εὐρυάγυιαν, ὁ μὲν Βαβυλῶνα λαβεῖν, ὁ δὲ Τροίαν ἐσπουδακώς. πρῶτον μὲν γὰρ οὐκ ἴσα δή που τὰ ἆθλα, κρατῆσαι πολεμίων καὶ τὰ ὦτα γαργαλίσαι τινῶν. ἔπειτʼ αὐτὸ τοὐναντίον ἐκ τῶν παραδειγμάτων ἀπαντᾷ. εἰ γὰρ ἐκεῖνοι μὲν οὕτω σφόδρα καρτερεῖν ἠπίσταντο ὥστε μηδὲ τοῦ σώματος φείδεσθαι τοῦ ἑαυτῶν, ἀλλὰ τὰς ἐσχάτας ἀλγηδόνας καὶ πόνους ὑπομένειν ὑπὲρ τοῦ μηδὲν τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγκαταλιπεῖν, οὗτοι δʼ, ἐξὸν ἄνευ πραγμάτων καὶ ταλαιπωρίας τὴν ὑπόθεσιν διασώζειν τὴν ἑαυτῶν, αἱροῦνται μαλακίζεσθαι, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοιεν; ἐγὼ μὲν γὰρ ἁκεῖνοι σφᾶς αὐτοὺς ἔδρασαν, ταῦτʼ εἰκότως ἂν τούτους ὑπὸ τῶν ἄλλων παθεῖν οἴομαι, πορνείας ἕνεκα καὶ ὕβρεως τῆς εἰς τοὺς λόγους. ἢ κομιδῆ γʼ ἂν ἐκείνους μιμήσαιντο ὑπὲρ τοῦ τὴν τάξιν μὴ λιπεῖν, οἳ νῦν ἐπὶ τῷ λιπεῖν πάντα ποιοῦσιν, ἵνα μὴ λέγω πάσχουσιν. ἔτι τοίνυν Ὀδυσσεὺς μὲν καὶ Ζώπυρος οὐκ οὔσης ἴσως ἄλλης ἁλώσεως αὐτοῖς τῶν πολεμίων οὕτω ταῦθʼ ὑπέστησαν· οὗτοι δὲ τί καὶ φήσουσι; πότερον οὐκ εἶναι τοῖς βελτίστοις καὶ τοῖς ὀρθοτάτοις λόγοις ἄγειν καὶ πείθειν ἀνθρώπους; ἀλλʼ αἰσχρὸς ὁ λόγος, οὐ μόνον ψευδής. ἀλλʼ ἐξὸν ἐκείνως ἄγειν οὕτως μᾶλλον αἱρεῖσθαι; περιττὴν ἄρα τὴν αἰσχύνην προστίθενται.
405.p7
405.p7
πάλιν δὲ ἀναλάβωμεν. οὐκ ἔσθʼ ἕτερον τρόπον ἀνθρώπους ἄγειν ἢ τοῦτον, δῶμεν τοῦ λόγου χάριν, εἰ δοκεῖ. οὐκοῦν εἰ χωρὶς μὲν τὸ βέλτιον, χωρὶς δὲ τὸ ἄγειν,

Intertext edge

Open linked passage

Note