Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 50
Aristides, Aelius50 406 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
406.p8
406.p8
τί δεῖ τὸ βέλτιον προΐεσθαι, εἴπερ, κἂν μὴ ἄγωμεν, τό γε βέλτιον τοῦτο πράττομεν; εἰ δʼ ἐστὶν ὁμοῦ τό τε ἄγειν καὶ τὸ βέλτιον, εἰ μὲν ἐκεῖνο βέλτιον, ἐκείνως ἄγειν ἐστὶν, εἰ δʼ οὕτω μόνως ἄγειν συμβαίνει, τοῦτο βέλτιον. τί οὖν διαιροῦσι καὶ χωρὶς μὲν τὸ βέλτιον τιθέασι, χωρὶς δὲ ἃ τῶν ἄλλων ἕνεχʼ ἡμάρτανον; ἐμοὶ μὲν γὰρ ἄντικρυς οὑτωσὶ μεθύειν δοκοῦσι περὶ τοὺς λόγους ὅταν εἰς ταῦτα καταφεύγωσι. καὶ μὴν ὅτι γε οὔτʼ ἀληθῆ λέγουσιν οὔτʼ ἀληθέσι προσόμοια, ἀλλὰ τῷ μέλλοντι καὶ πείσειν ἀνθρώπους καὶ ὅλως ὑποχειρίους ἕξειν, τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην καὶ πάντως ἀδιάφθορον καὶ ἄμεμπτον ἐκ τῶν δυνατῶν ἰτέον καὶ προαιρετέον, καὶ συχνοῦ λόγου δεῖξαι καὶ βραχέος πάνυ, βραχέος μὲν λέγω, διὰ τὸ σφόδρα οὕτω σαφὲς εἶναι, μακροτέρου δὲ, ὅτι μυρίοις ἄν τις ἔχοι καὶ τεκμηρίοις καὶ παραδείγμασι δεικνύναι. πρῶτον μὲν, εἰ βούλει, τοὺς τῶν πολέμων ἀγωνιστὰς ἐνθυμηθῶμεν, ποτέρως ἂν μᾶλλον αὐτοί τε σώζοιντο καὶ τοὺς ἀντιτεταγμένους τρέποιντο καὶ χειροῖντο, πότερον βεβαίοις καὶ ὑγιέσι καὶ στεγανοῖς τοῖς ὅπλοις χρώμενοι, ἢ τὸ μὲν ξίφος καττιτέρου φέροντες, φλοιῷ δὲ τὸν θώρακα πεποιημένον, τὸ δʼ αὖ δόρυ σύκινον, καὶ κράνος δὴ καὶ ἀσπίδα ὡς ἀπὸ τούτων εἰκάσαι; ἐγὼ μὲν γὰρ οἶμαι τὴν περὶ ταῦτα ἀκρίβειαν καὶ τὸ ἐξ ἀρχῆς τε ἐκ βελτίστων καὶ ὡς βέλτιστα κατεσκευάσθαι καὶ παρὰ τὴν μάχην ἀντέχειν εἰς σωτηρίαν ἅμα καὶ δόξαν καὶ νίκην καὶ πάνθʼ ὅσα ταύτης ἄν τις τῆς μερίδος θείη, διαφέρειν τοῖς ἔχουσι καὶ χρωμένοις. ῥαγέντων δὲ ἢ κλασθέντων, ἤ τινʼ ἄλλον συντριβέντων τρόπον, ἢ καὶ οἴκοθεν εὐθὺς χαύνων καὶ σαπρῶν ὄντων, κληρονομεῖν τὰ σώματα τῆς τύχης καὶ μηδὲ τοῖς πάνυ γενναίοις ὑπάρχειν εὑρεῖν ὅ τι χρήσονται· ταῦτά γε καὶ Ὅμηρος μαρτυρεῖ. καὶ γὰρ ἐκείνῳ τῶν ἡρώων

Intertext edge

Open linked passage

Note