Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 50
Aristides, Aelius50 409 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
409.p12
409.p12
ὡς ἀηδέστατα πάντων; ἆρʼ οὐχ οἵτινες μέγιστοι καὶ σεμνότατοι καὶ ἅμα τῆς ἁρμονίας ἐπὶ πλεῖστον ἥκοντες; ναῦς δὲ τίς αἱρετὴ καὶ πλείστην ἔχουσα τοῖς ἐπιβάταις εὐθυμίαν τε καὶ ἡδονήν; πότερον ἡ διεφθαρμένη καὶ ἐρρωγυῖα καὶ ὑπὸ τῆς ἀντλίας δυομένη κάτω, ἢ πολὺ τοὐναντίον ἥτις ὡς ἀκριβέστατα καὶ στεγανώτατα ἔχει καὶ πόρρωθεν ἤσκηται ἐπιθεῖν τοῖς κύμασιν; εἶτʼ ἐπὶ μὲν τῶν ἄλλων οὕτως ἕκαστον τὸν αὑτοῦ λόγον σῶζον ὡς πλείστους ἄγει καὶ πείθει, ἐπὶ δʼ αὐτῶν τῶν λόγων πῶς ὦ πρὸς θεῶν φήσομεν;
409.p13
409.p13
καὶ μὴν εἰ μὲν ἄλλου του χάριν ὁ λόγος εὑρέθη, μὴ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δʼ ἐστὶν εὔδηλον ὡς ἐφʼ ἓν τοῦτο ἅπασα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δή που θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδʼ ἱκανῶς τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. ὥστʼ οὐδὲν δεῖ διαφθείρειν αὐτὸν ὑπὲρ τοῦ κρατεῖν, ἀλλʼ ὥσπερ τὰ μηχανήματα αἱρεῖν πέφυκε, κἂν μηδεὶς εἰδῇ τῶν ἐναντίων ἐξ ὅτων καὶ ὅπως συνετέθη, οὕτω λόγος εὖ συντεθεὶς τὸ αὑτοῦ δρᾷ, κἂν τοῖς ἀπειροτάτοις ἐντύχῃ. θαυμάζω δὲ, εἰ οἶνον μὲν καὶ σῖτον καὶ ἔλαιον καὶ μέλι καὶ κρέα καὶ τραγήματα καὶ γάλα καὶ χρήματα καὶ ὕδωρ καὶ ξύλα καὶ λίθους
409.p13
οὐδʼ ἂν εἷς ἡδίω φήσειε τὰ διεφθαρμένα τῶν ἀδιαφθόρων, λόγους δὲ τοὺς ὡς καθαρώτατα καὶ εἰλικρινέστατα ἔχοντας ἀηδεστέρους εἶναι τῶν διεφθαρμένων. οὐδʼ ἂν εἷς ταῦτα φήσειε, καὶ ταῦθʼ ὅτι οὐ τοῦ παραδόξου λέγεται χάριν, ἀλλʼ ἀμήχανον ἄλλως ἔχειν, αὐτὰ κατηγορεῖ. τίς ἄριστος ἐπῶν ποιητής; Ὅμηρος. τίς δʼ ὡς πλείστους ἀνθρώπων ἀρέσκει καὶ τῷ μάλιστα χαίρουσιν; ἢ τοῦτό γε καὶ αὐτὸς ὑπὲρ αὑτοῦ προείδετο; διαλεγόμενος γὰρ ταῖς Δηλιάσι καὶ καταλύων τὸ προοίμιον, εἴ τις ἔροιθʼ ὑμᾶς, φησὶν
409.p13
ὦ κοῦραι, τίς δʼ ὕμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
409.p13
ἐνθάδε πωλεῖται καὶ τέῳ τέρπεσθε μάλιστα,

Intertext edge

Open linked passage

Note