Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 50
Aristides, Aelius50 414 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
414.p20
414.p20
ἀκολουθεῖν, τὸν κορυφαῖον ὡσαύτως τοῦ χοροῦ, τῶν ναυτῶν τὸν κυβερνήτην, τοῦ ζεύγους τὸν ἡνίοχον, τὸν ἰατρὸν τῶν δεομένων. εἶτʼ ἐξὸν αὐτούς τε βελτίους εἶναι καὶ τοὺς συνόντας ὅπως βελτίους ἔσονται παρασκευάζειν, αὐτοί τε χείρους γίγνεσθε κἀκείνους ἔτι φαυλοτέρους ἢ εἰσὶν ἀποφαίνειν προαιρεῖσθε. καὶ μὴν τὸ μὲν ὡς πέφυκέ τις καὶ προῄρηται λέγοντα ἀνύτειν ἄγειν ὡς ἀληθῶς ἐστι, τὸ δʼ ἐξίστασθαι τῆς ἰδέας ὑπὲρ τοῦ τι δοκεῖν ἄγεσθαι μᾶλλον ἢ ἄγειν ἐστίν. ὥστʼ εἰ μὲν οὐκ ἔχεις βελτίω τούτων, ἀμφότερα δυστυχεῖς, καὶ οἷς λέγεις καὶ οἷς οὐ δύνασαι λέγειν, εἰ δʼ ἐξὸν ἐκείνως ἄγειν οὕτω δέχει, πῶς οὐ παρανοεῖς; ἢ τί σου τὸ καλὸν τῶν λόγων ἐστὶν, ὅστις γε περὶ αὐτῶν τῶν λόγων οὕτω βεβούλευσαι; καὶ γὰρ αὖ κἀκεῖνο οὐ τὸν αὐτὸν τρόπον, οἶμαι, τῷ τε ῥήτορι καὶ φιλοσόφῳ καὶ πᾶσι δὴ τοῖς ἐπὶ τῆς ἐλευθερίου παιδείας προσήκει τέρπειν τοὺς ὄχλους, καὶ τοῖς ἀνδραποδώδεσι τούτοις ὀρχησταῖς, μίμοις, θαυματοποιοῖς. ἀλλὰ τούτοις μὲν πολλὴ συγγνώμη καὶ ποιεῖν ὁτιοῦν καὶ λέγειν, ἡμῖν δʼ, εἰ τὰ τούτων κακὰ μιμοίμεθα, πῶς εὐπρεπῶς ἕξει; ὅπου γὰρ οὐδʼ ἐλευθέρᾳ γυναικὶ καὶ ἑταίρᾳ ταὐτὰ δοκεῖ πρέπειν, οὐδʼ ἔτι μᾶλλον ταὐτά γʼ ἀνδράσι καὶ γυναιξὶ, κομιδῆ τοῖς γε ἀνδράσι ταὐτὰ πρέπειν ἅπερ ταῖς ἑταίραις οὐ φήσομεν. ὑμεῖς τοίνυν ὅταν εἰς ψαλτρίας τάττησθε καὶ τὰ τῶν Μουσῶν ὄργια χραίνητε ἐν τῷ δημοσίῳ, πότερον φιλοτιμίας δικαίως ἂν ἀμφισβητοίητε, ἢ ζῶντες ἂν κατορύττοισθε Περσιστί;
414.p21
414.p21
σκεψώμεθα δὴ καὶ τόδε, ὅτι οὐδὲ οἱ δῆμοι τὰ θεάματα ταῦτα, ὧν μάλιστʼ ἄν τις αὐτοὺς φήσειεν ἡττῆσθαι, παντὶ τῷ θυμῷ φιλοῦσιν οὐδὲ ἀσπάζονται. τίς γάρ ἐστιν ὅστις οὐκ ἀξιοῖ βελτίων ὀρχηστοῦ παντὸς αὐτὸς εἶναι; ἢ τίς ἂν τῷ μίμῳ συγχωρήσειεν ἔξω φθέγγεσθαι; ἀλλʼ ἐν μὲν τῷ παραχρῆμα γαργαλίζονται, ἀπελθόντες

Intertext edge

Open linked passage

Note