Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 51
Aristides, Aelius51 422 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
422.p11
422.p11
ταῦτα οὐκ ἐνδείᾳ δόξης. σὺν γὰρ θεοῖς εἰπεῖν τοσαύτη γεγένηται ὥστε μὴ ἀγωνίζεσθαι δεῖν ὑπὲρ τοῦ λαβεῖν αὐτὴν, ἀλλʼ ἀσφαλῶς ἔχειν σιωπᾶν ὑπὲρ τοῦ τὴν οὖσαν διασώσασθαι. καὶ μὴν τοῖς ἰδίᾳ συνιέναι σπουδάσασιν οὐκ ἀγωνιζόμενον μόνον παρέσχον ἐμαυτὸν, ἀλλὰ καὶ παραδεικνύντα ἐπιεικῶς ἐξ ὧν ᾤμην τι βελτίους ἔσεσθαι. εἶεν. τὰ μὲν ἡμέτερα τοιαῦτα καὶ τούτοις παραπλήσια. σκέψασθε δὲ καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐν τῷ μέρει πρὸς ταῦτα, ὦ δυσέρωτες ὑμεῖς, οἳ φιλεῖτε μὲν οὑτωσὶ διαφερόντως καὶ τῶν Ἑλλήνων ἄκρον εἶναι πεπιστεύκατε, καὶ ταῦτα κἀν τοῖς γυμνασίοις καὶ κατὰ τὴν ἀγορὰν βοᾶτε, πεπόνθατε δὲ— οὐδὲν ἐρῶ πικρότερον, θαρρεῖτε—ταυτὸν τοῖς παισὶ τῶν ἐπιφανῶν ἀνδρῶν. καὶ γὰρ ἐκείνοις ἀρκεῖ τοὺς πατέρας αὐτοῖς εἶναι τοιούτους, αὐτοὶ δʼ ὡς τὰ πολλὰ τρυφῶσι· καὶ ὑμῖν ἀρκεῖ παρεῖναι ἐμὲ καὶ λέγειν, τὸ δʼ ἀπαντᾶν καὶ μετέχειν τῶν ξένων ἅπαν ἠξιώσατε εἶναι. ἀλλʼ ἀντὶ τοῦ βαδίζειν ἐπὶ τὰς ἀκροάσεις περὶ τὰς κολυμβήθρας οἱ πλείους διατρίβετε, εἶτα θαυμάζετε, εἴ τινες ὑμᾶς τῶν λεγόντων λανθάνουσι· τὸ δʼ ἀληθὲς οὐ βούλεσθε, οἶμαι, πρὸς ὑμᾶς αὐτοὺς λέγειν, ὅτι οὐκ ἔνεστι λίθων ἐρῶντας οὐδὲ λουτρῶν ἐξηρτημένους οὐδʼ ἃ μὴ δεῖ τιμῶντας τὰς περὶ τοὺς λόγους διατριβὰς γιγνώσκειν, ἀλλὰ τὰ ὑμέτερʼ αὐτῶν ἀνατίθετʼ ἐμοὶ καὶ βλασφημεῖτε μετʼ εὐφημίας, εἰ γὰρ ἐβούλετο, καὶ τοιαυτὶ λέγοντες, ὡς νῦν γε νυστάζοντα δηλονότι. καίτοι λόγος μὲν λόγον, ὥς φησιν Ὅμηρος, ἀμείβεται, καὶ ὁποῖʼ ἄττʼ ἂν εἴπῃ τοιαῦτʼ ἂν ἀκούσεσθαι χρὴ προσδοκᾶν, ῥήτορα δʼ εἶναι φάσκοντα λαβόντα αἰτίαν οὐ προσήκουσαν μὴ χρήσασθαι τοῖς οἰκείοις ὀργάνοις ἔσχατα συμφορᾶς.
422.p12
422.p12
ἐγὼ τοίνυν θεῶν εὐμενῶν ὄντων τοὺς μὲν κατʼ αὐτοὺς τοὺς λόγους ἀγῶνας οὐ σφόδρα φήσαιμʼ ἂν δεδιέναι, δέδοικα δὲ τοὺς δεινοὺς ἀνταγωνιστάς. εἴπω τίνας; τοὺς λίπα ἀληλιμμένους τουτουσὶ καὶ τὸν φοίνικα

Intertext edge

Open linked passage

Note