Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 52
Aristides, Aelius52 425 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
425.p1
425.p1
ἄριστε Ἀχιλλεῦ, τὸ μὲν θυμοῦσθαί σε καὶ χαλεπαίνειν ἐφʼ οἷς ὑβρίσθης οὐδὲν ἀπεικὸς, οὐκοῦν ἄχρι τούτου γε. ἐγὼ δʼ, εἰ μὲν ἢ τῆς αὐτῆς γνώμης ἔτι καὶ νῦν Ἀγαμέμνων εἴχετο, ἢ περὶ ὧν ἥμαρτεν ἔξαρνος ἦν, οὐκ ἂν παρῃτούμην, ἀλλʼ εἴων ὅπως ποτέ σοι δοκεῖ ποιεῖν· ἐπεὶ δὲ ὑπὲρ αὐτοῦ τούτου καὶ δεήσεις ποιεῖται καὶ δῶρα τὰ μὲν δίδωσι, τὰ δʼ ἐπαγγέλλεται, τί ἄν τις ἐξελέγχοι τόν γε ὁμολογοῦντα; ἀλλʼ ὥσπερ ἐκεῖνός σοι συγχωρεῖ δίκαια λέγειν, οὕτω καὶ σὺ πείθου παραιτουμένῳ· εἰ δὲ μὴ, πῶς οὐκ ἄτοπον πρῶτον μὲν τὴν αὐτὴν γνώμην ἔχειν ἥνπερ πρὸ τοῦ πρὸς τὸν οὐκέτι τὴν αὐτὴν ἔχοντα; ἔπειτα σκόπει μὴ τὴν δίκην ὧν ἐκείνῳ μέμφῃ παρʼ ἡμῶν λάβῃς. εἰ μὲν γὰρ ἅπασι χαλεπῶς ἔχεις, εἰπὲ πρὸς Διὸς ἀνθʼ ὅτου, εἰ δʼ ἀπολύεις τούς γε ἄλλους αἰτίας, κοινὸς ἁπάντων ὁ κίνδυνος. ὥστε πῶς δίκαιος εἶ περιορᾶν; ὅπως νὴ Δία ἐκεῖνος ἔτι μᾶλλον μισοῖτο ὑπὸ πάντων διὰ ταῦτα; ἀλλὰ μάλιστα μὲν δέδοικα μὴ οὐ λειφθῶσιν οἱ μισήσοντες· οὕτω πυκνοὶ πίπτουσιν. ἔπειτα νῦν γε ὦ πρὸς θεῶν πῶς ἄλλως γνώμης οἴει ἔχειν αὐτούς. δέδοικα μέντοι μὴ σοῦ πλεονάζοντος τοὐναντίον ἢ σὺ βούλει γένηται, κἀκεῖνον ἀφέντες, εἶτά σοι μέμφωνται. μὴ γὰρ οἴου τὸν μὲν πρότερον ἄρξαντα τῆς ὀργῆς ὑπαίτιον εἶναι, τὸν δὲ μηδʼ

Intertext edge

Open linked passage

Note