Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 52
Aristides, Aelius52 429 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
429.p7
429.p7
τούτοις ἔτι κινδυνεύειν ἐπὶ στρατείας περὶ ψυχῆς, ὃ πᾶσιν ἁπάντων κτημάτων τιμιώτατον εἶναι συμβέβηκε καὶ πρῶτον ὁ τῶν Ἑλλήνων ἄριστος ὁρίζεται, εἰ τούτοις ἕκαστος ἐχρήσατο τοῖς λογισμοῖς, οὐδʼ ἂν συνελέγη δή που τὸ στράτευμα τὴν ἀρχήν. νῦν δὲ οἶμαι δύο ταῦτα ἦν τὰ κινοῦντα, τό τε τοῖς ὅρκοις πάλαι προκατειλῆφθαι θεῶν τινος, οἶμαι, προνοίᾳ καὶ τὸ κοινῇ πάντας ὑβρίσθαι δοκεῖν ὑπὸ τῶν ἀλλοφύλων καὶ μὴ δεῖν ἐπιτρέπειν. προσθείη δʼ ἄν τις τάχα καὶ τρίτον τὸ τοῖς ἄρχουσι πείθεσθαι χρῆναι.
429.p8
429.p8
μὴ δὴ τοῦτο σκοπῶμεν νῦν, τίνος χάριν τὴν στρατείαν ἠράμεθα ἐξ ἀρχῆς, ἀλλʼ ὅτι οὐ τῶν αὐτῶν ἐστι τότε μὲν τὰ ἄλλα πάντα δεύτερα ποιήσασθαι, νῦν δὲ πρὶν ὧν ἕνεχʼ ἥκομεν πρᾶξαι διαστῆναι. οὐ γὰρ τῇ προφάσει τῆς στρατείας ἀκόλουθον, ἀλλʼ ἐναντίον αὐτῇ τῇ στρατείᾳ φαίνεται· ἔπειτʼ οὐδὲ ὅμοιόν ἐστιν· ὅπως δὲ, ἀκούσει πρᾴως. οὐ γὰρ ἵνα ἐλέγξω λέγω, ἀλλʼ ὅπως παραμυθήσωμαι· εἰ γὰρ μὴ ἐκομίζου τὴν ἄνθρωπον, εἰκότως ἂν εἰς ταῦτʼ ἀνεχώρεις, νῦν δὲ οὐ μόνον αὐτὴν, ἀλλὰ καὶ ἑπτὰ πρὸς αὐτῇ δίδωσιν· ἄλλα γὰρ ἐῶ τοσαῦτα τὸ πλῆθος. καίτοι εἴ γε οἱ Τρῶες ἐβούλοντο τὴν Ἑλένην καὶ ὅσα μετʼ αὐτῆς ἄγοντες ᾤχοντο ἀποδιδόναι, οὐκ ἂν ἡμῖν ἦν λόγος πρὸς αὐτούς· εἰ δὲ δὴ καὶ παρʼ ἑαυτῶν οἴκοθεν προσετίθεσαν, οὐδὲ φωνὴν οὐδεὶς προήκατο ἂν ὡς οὐ χρὴ δέχεσθαι. τί τούτου μέγα σημεῖον; αὐτοὶ ταῦτα προὐκαλούμεθʼ αὐτοὺς κατʼ ἀρχὰς εὐθὺς, ἀλλʼ οὔτε ἐκείνων οὐδεὶς ταῦτα ἐβούλετο ποιεῖν, σοί τε ἣν ἀφῃρέθης, ἐπάνεισι μετὰ πολλῶν. εἰ δʼ αὖ καὶ δίκην δεῖ προσυποσχεῖν τῆς ὕβρεως, δέδωκε καὶ μάλα πολλὴν ἐκεῖνός γε. χωρὶς γὰρ ὧν ἀπολώλεκε τοσούτων τὸ πλῆθος στρατιωτῶν τήν γε ἀπὸ τοῦ φόβου καὶ τοῦ ταπεινὸς εἶναι πηλίκην τινʼ οἴει σοι δίδωσι δίκην;

Intertext edge

Open linked passage

Note