Orationes 52
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
430.p9
430.p9
οὐδὲ γὰρ ἄλλο γε οὐδὲν νῦν ἢ τὸ σχῆμα πᾶν ἀποτέθειται, ἱκέτης ἐκ βασιλέως καὶ δοῦλος ἐξ ἐλευθέρου γεγονὼς, καὶ εἰ δεῖ τἀληθέστερον εἰπεῖν, ἐλέῳ θαρρῶν, ἐὰν τὰ κράτιστα φέρηται παρὰ τῆς τύχης.
430.p10
430.p10
καὶ μὴν εἰ δεῖ καὶ τούτων μνημονεύειν, ἐκεῖνο ἐνθυμήθητι· τῶν ἀτόπων ἐστὶ συλλεγομένης μὲν τότε τῆς στρατιᾶς οὕτω προθύμως ἔχειν σε πρὸς τὸ μετασχεῖν τῶν πραγμάτων, ὥστʼ ἐπειδὴ τάχιστα εἶδες τὰ ὅπλα ὁρμῆσαι πρὸς αὐτὰ καὶ μὴ κατασχεῖν σεαυτὸν, καὶ ταῦτα ὄντα παῖδα κἀν ταῖς κόραις κρυπτόμενον, νῦν δʼ ἐπειδὴ τηλικόσδʼ εἶ καὶ παῖδα ἔχεις ὡραῖον ὡς συνεῖναι καὶ στρατεύεσθαι, καὶ δόξαν τὴν πρώτην ἐν ἅπασιν εἴληφας, βούλεσθαι μὴ χρῆσθαι τοῖς ὅπλοις τοῖς σαυτοῦ, ἀλλὰ ζητεῖν προφάσεις διʼ ἃς προήσει πάντα, καὶ τότε μὲν τὴν παῖδα ἀπολιπεῖν ῥᾳδίως, ἧς τί σοι φίλτερον εἰκὸς εἶναι; καὶ ἣν ὁμότιμον ἐκτήσω γυναῖκα σαυτῷ, νῦν δʼ ἑτέρας παιδὸς ἕνεκα τἀναντία γνῶναι σαυτῷ περὶ τῶν ὅλων. σκόπει μὴ οὐδὲ τῆς Δηιδαμείας ᾖ ταῦτα ἄξια ἐπαινέσαι, μή τί γε ἀνδρὸς ὅτου καὶ μνησθῆναι καλόν. καὶ λέγεις δὴ τὰς μοίρας τὰς διττὰς ἀκηκοέναι παρὰ τῆς μητρὸς ἄριστα εἰδυίας περὶ αὐτῶν. ἐγὼ δὲ ἀμφιγνοῶ μὲν εἴτε σπουδάζων ταῦτα λέγεις εἴτʼ ἐρεσχελῶν ἡμᾶς καὶ φιλονεικίᾳ τινὶ θυμοῦ· οὐ γὰρ σοί γε οἱ λόγοι· πολλοῖς ἔργοις τοῦτο σοῖς τεκμαίρομαι. οὐ μὴν ἀλλʼ εἰ τὰ μάλιστα ἐσπούδακας, ἔστι σοι καὶ τούτων οὕτως ἐχόντων ὅμως τὰ δέοντα βουλεύσασθαι· μάλιστα μὲν γὰρ ἔγωγε φαίην ἂν τὴν μητέρα σου ποιεῖσθαι τούτοις συγκατατίθεσθαι τοῖς λόγοις, ἐπεὶ καὶ ὁ πατὴρ καὶ ὁ διδάσκαλος οὕτως ἐπαίδευόν σε πειρώμενοι, ἔπειτʼ ἐνταῦθα δὴ καὶ τὸ πάνδεινόν ἐστιν, εἰ παρʼ αὐτοὺς μὲν τοὺς λόγους καὶ τὴν ἀκοὴν οὕτως ἐρρωμένως ἔσχες ὥστε τὴν εὐδοξίαν καὶ τὸ καλὸν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ γήρως αἱρεῖσθαι, ἐπειδὴ δὲ