Orationes 52
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
431.p11
431.p11
ὡμολόγησας αὐτῇ περὶ τῆς ἀμείνονος μοίρας, πάλιν ἐξ ἀρχῆς ἕτερος γενήσει, καὶ τότε μὲν καὶ τῆς ψυχῆς τῆς σαυτοῦ πλείονος ἄξιον ἡγοῦ τὸ στρατόπεδον, νῦν δὲ οὐδὲ τῆς κόρης ἀντάξιον, μᾶλλον δὲ ἑνὸς τῶν περὶ τὴν κόρην συμβάντων. οὕτως μέντἂν ἀμφοτέρων δόξαις τὴν παῖδα τιμιωτέραν ἡγεῖσθαι, καὶ σαυτοῦ καὶ τῶν Ἀχαιῶν. πῶς γὰρ οὐ καὶ σαυτοῦ, εἰ τοῦ μὲν σώζεσθαι κρεῖττον τὸ εὐδοξεῖν, τοῦ δὲ εὐδοξεῖν ἡ κόρη; δόξαις δʼ ἂν οὕτως καὶ τὴν μητέρα ἐψεῦσθαι, καὶ σαυτὸν ἐξελέγχειν οὐκ ἐπιστάμενον λογίζεσθαι. τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς εὐθὺς ἑλέσθαι πλεῖν οἴκαδε καὶ ζῆν ἡσυχῇ γνώμης κρίσις ἦν, τὸ δὲ τοὺς ἐπὶ τῆς στρατείας κινδύνους ἑλόμενον μεταβαλέσθαι περὶ τῶν αὐτῶν οὐ ταὐτὰ γιγνώσκειν ἐστίν· ὃ σοὶ τῶν πάντων ἥκιστα προσήκει, ὅσῳπερ ἀνθρώπων μάλιστα ἀρετὴν ἀσκεῖς καὶ τὸ μὴ ψεύδεσθαι. οὐ γὰρ δή που τοὺς μὲν ἄλλα λέγοντας, ἄλλα δὲ γιγνώσκοντας αἰτιάσει, τοὺς δὲ ὑπὲρ τῶν αὐτῶν ἄλλοτε ἄλλως βουλευομένους καὶ μὴ τοὺς αὐτοὺς ὄντας ἐπαινέσει. σκέψαι δὲ ὅτι κἀν τοῖς στρατοπέδοις μέχρι μὲν μὴ συνάγουσιν οἱ στρατηγοὶ πᾶς τις ὡς εἰπεῖν αὐτοκράτωρ ἐστὶν αὑτοῦ, ἐπειδὰν δὲ εἰς τάξιν καταστῇ, ταύτην δεῖ σώζειν, ἢ φαῦλον νομίζεσθαι· σὺ δʼ οὐ βουλεύεσθαι δόξεις περὶ ὧν αἵρεσίς ἐστί σοι, ἀλλʼ ἀναχωρεῖν ἀπὸ τούτων ἃ προὔκρινας αὐτὸς καὶ μονονοὺ λιπεῖν τὴν τάξιν· ὃ καὶ ὄναρ μοι δοκεῖς σύ γε ἰδὼν εἰκότως ἂν αἰσχυνθῆναι. δίκαια καὶ καλὰ ταῦτα ἐγίγνωσκες, ὡς οὐχ αἱρετὸς βίος ἀνθρώπῳ μακρὸς, εἰ μὴ προσέσται τὸ πράττειν τὰ δέοντα. ἐπεὶ δὲ τὴν παῖδα οἱ κήρυκες ἄγοντες ᾤχοντο, καὶ δὴ διὰ τοῦτο ἑτέρως ἔχει τὰ τῆς φύσεως. οὐ παύσει δύο τῶν χειρίστων ὀνειδῶν ἀμφισβητῶν, δειλίας καὶ ἀπιστίας· ὃ τῶν ἐχθρῶν οὐδεὶς πώποτε ὠνείδισε.
431.p12
431.p12
καίτοι τίς ἂν ἦσθα πρὸς θεῶν, εἴ σοι ταῦτα