Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 52
Aristides, Aelius52 433 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
433.p14
433.p14
σωτηρίαν αὐτοῖς ἐπαρκέσαι τολμήσεις. πόθεν ὦ πρὸς θεῶν ἐκτήσω τὴν κόρην, ἵνα τἄλλʼ ἀφῶμεν; ἀφʼ ὧν εὐηργέτεις ἡμᾶς. οὕτω γοῦν καὶ τὴν Λυρνησὸν εἷλες ἐν τῷ πλήθει τῶν ἄλλων χωρίων.
433.p15
433.p15
οὐκοῦν οὐ τὸ στράτευμα τῆς παιδὸς εἰκὸς εἶναι προσθήκην, ἀλλὰ τὴν παῖδα τοῦ στρατοπέδου καὶ τῶν ἄλλων πραγμάτων. ἁπάντων δὲ ἀτοπώτατον, εἰ ὁ μὲν Χρύσης τὴν θυγατέρα ἀπολαμβάνων οὐ προήχθη περαιτέρω εὔξασθαι ὡς πολεμίοις, ἀλλʼ ἐπέπαυτο τῆς ὀργῆς, ἄνθρωπος βάρβαρος καὶ φύσει πολέμιος καὶ συγκινδυνεύσας καὶ περὶ τῆς σωτηρίας αὐτῆς, σὺ δʼ αὐτήν τε ἀπολαμβάνων τὴν ἄνθρωπον καὶ πρὸς ἐκείνῃ τοσαύτας λαμβάνων, καὶ πρὸς ταῖς γυναιξὶ χρήματα, πόλεις, χώραν, συγγένειαν, ἃ θαυμάζειν δέον οὐκ ἐῶ, μέμψασθαι δʼ οὐκ ἔχεις, εἰσαεὶ μενεῖς ἐπὶ τοῦ παροξυσμοῦ; κἀκεῖνος μὲν συνεύξατο τῷ θεῷ παῦσαι τὴν νόσον ἡμῖν, σὺ δʼ οὐ βουλήσει παῦσαι τὰ τοῦ πολέμου δύσκολα; ἀλλʼ ὁ μὲν ἐξ ἀμφοῖν ἐνεδείξατο τὴν δύναμιν τοῖς Ἀχαιοῖς, ἔκ τε ὧν καταρασάμενος πολλοὺς διέφθειρε καὶ ὧν εὐξάμενος ἅπαντας ἔσωσε, σὺ δʼ ἀξιώσεις ἀπὸ θατέρου μόνου μιμήσασθαι τὸν ἱερέα, καὶ ταῦτα ἀπὸ τῶν ἀπολλυμένων; ἀλλὰ πολλῷ βέλτιον ἦν τῷ σώζειν πάντας ἐνδείκνυσθαι τὴν ῥώμην ἢ θάτερον πράξαντα τὸ λοιπὸν φυγεῖν, καὶ προδοῦναι μὲν τὸ στρατόπεδον ἐπὶ τῷ κομίσασθαι τὴν σαυτοῦ δεινὸν ἂν ἡγήσω, σῶσαι δὲ οὐ δέξει τὸ στρατόπεδον μετὰ τοῦ τὴν σεαυτοῦ κομίζεσθαι, ἀλλʼ ὁ μὲν Ἕκτωρ πυρὶ καὶ σιδήρῳ πάντα ἐπέρχεται, καὶ σμικρόν ἐστιν αὐτῷ σῶσαι Τροίαν, σὺ δʼ ἐν τῇ σκηνῇ μενεῖς ᾁδων πρὸς λύραν; πότερον τὰ ἑτέρων ᾁδων μενεῖς; ἀλλʼ ἄμεινον ἑτέροις τὰ σαυτοῦ παρασχεῖν ᾁδειν ἐπὶ χρηστῷ τινι. ἀλλὰ τὴν μῆνιν νὴ Δίʼ ἣν μηνίεις ταύτην ὑμνήσεις ὥσπερ θεόν; δέδοικα μὴ τῶν Ἀχαιῶν ᾁδης ἐπιταφίους, οὕτως ἀωρὶ τοῦ παντὸς χρόνου

Intertext edge

Open linked passage

Note