Orationes 52
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
434.p16
434.p16
μελῳδῶν. εἶτα φῂς εἶναι φιλόψυχος καὶ καταψεύδει σαυτοῦ. καὶ τίς ὦ πρὸς θεῶν οὕτω παῖς ἐστιν ὥστε πεισθῆναι ὡς Ἀχιλλεὺς ἀγαπᾷ ζῶν καὶ διὰ ταῦτα ἔξω βελῶν ἐστιν, ὅτι οὐχ οἷόν τε ἀποθανόντα ἀναστῆναι; εἰ δʼ Ἐπειοῦ τοῦ Φωκέως ἠκούομεν, ποίους ἄν τινας ἄλλους ἢ τούτους ἠκούομεν τοὺς λόγους; καίτοι τί λέγω; ἐκεῖνος πυκτεύων ἥδιον ἂν τεθναίη, πρὶν ἐκστῆναί τινι. ταῦτα μὲν οὖν εἰς Θερσίτην τρέποιτο καὶ ὅστις ἐκείνῳ παραπλήσιος· σὺ δὲ ὦ τᾶν μὴ σκῶπτε, μηδʼ ἀντιποιοῦ κακίας, ἧς οὐδέν σοι προσήκει· οὔτε γὰρ ἡμᾶς πείσεις οὔθʼ, ὡς ἐγᾦμαι, σαυτόν. ἀλλὰ καθελκύσας τὰς ναῦς ἀποπλέων οἰχήσει; εἶτʼ οὐκ αἰσχύνει τὰς Νηρηίδας τὰς πρὸς μητρὸς συγγενεῖς οὕτως ἀνομοίως πλέων τὴν θάλατταν νῦν καὶ πρὸ τοῦ· τότε μὲν δόξης ἀφορμὰς δύναμιν συλλέγων τῷ στρατοπέδῳ, νυνὶ δʼ ἅπασι λελυμασμένος. πρὸς ποτέρων δέ σοι ταῦτα ἄξια τῶν συγγενῶν, πότερον τῶν θαλαττίων ἢ τῶν κατʼ ἤπειρον, οἵ ποτʼ ἐλθόντες δεῦρο οὐ πρότερον ἀπῆραν πρὶν συνεξεῖλον τῷ πολεμάρχῳ. τί δὲ καὶ θήσει πρὸς θεῶν ὄνομα τῇ θυσίᾳ, ἣν αὔριον θύσειν φῄς; πότερον χαριστήρια, ἢ τί καλεῖς αὐτήν; εἶτʼ οὐκ αἰσχύνει τοὺς θεοὺς αὐτοὺς μάρτυρας τοσαύτης κακίας ποιούμενος, θύων καὶ σπένδων καὶ παιανίζων ἐπὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς, φάσκων ἀπέχειν ἅπαντα παρʼ αὐτῶν, ὁρῶν εἰς τὸ πεδίον, μεστὸν νεκρῶν τῶν ὑπὸ σοὶ ταττομένων, ἡμέραν οὐκ οἶδα πόστην ἄνω. τί δʼ ἔσται σοι τοῦ πλοῦ τὸ σχῆμα; ἢ τίς λόγος τῶν ἰδόντων ἢ τῶν ἀκουσάντων; Ἀχιλλεὺς ἐπαναπλεῖ; ποῖα λάφυρα κομίζων, ἢ ποίας ἀπαρχὰς ἄγων, ἢ τί τῶν οἴκοι στεφανώσων, ἢ τῶν ἰδίων ἢ τῶν δημοσίων; καλὸν δὲ τῇ Σκύρῳ νῦν προσχεῖν. καὶ τί φήσεις πρὸς τὸν παῖδα τὸν σαυτοῦ; τί τῇ γυναικὶ δόξεις εἶναι βελτίων εἰπών; καὶ τί λέγω Σκῦρον ἢ γυναῖκα;