Orationes 52
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
435.p17
435.p17
ἀλλὰ τί φήσουσιν οἱ Τρῶες; ἆρʼ οὐ φεύγειν σε φοβούμενον, ὁρῶντα οὐδεμίαν σωτηρίαν ἐὰν μένῃς; ἄξιόν γε, οὐ γάρ; τὸ Πριάμου καὶ Νέστορος γῆρας συντεθὲν τοιαύτης αἰσχύνης.
435.p18
435.p18
ἀλλὰ ταῦτα μὲν οὐ ποιήσεις, μενεῖς δὲ ἄχρι ἂν ἐπὶ τὰς σὰς σκηνάς τε καὶ ναῦς ὁ Ἕκτωρ ἀφίκηται, κτείνων πάντας ἑξῆς, τηνικαῦτα δὲ αὐτοῖς δείξεις ὅστις εἶ; εἰ μέν σοι τοσοῦτον περίεστι, πῶς οὐκ αἰσχρὸν ἐκεῖνον τὸν καιρὸν ἐᾶσαι γενέσθαι καὶ μὴ περὶ τῆς ἁπάντων σωτηρίας τῇ περιουσίᾳ χρήσασθαι, ἀλλʼ ὅταν μηδεὶς λίπηται; εἰ δʼ ἐργῶδες ἤδη γίγνεται, βοηθητέον ἡνίκʼ ἔξεστιν; ἐγὼ δʼ ἀπιστῶ οὐδʼ ἐκείνῳ, τῷ μὴ οὐ καὶ μόνον σὲ πρὸς ἅπαντας τοὺς βαρβάρους ἱκανὸν εἶναι καὶ ἔτι κρείττω. ἡγοῦμαι μέντοι τῷ παντὶ τὸ τοῦ καιροῦ διαφέρειν οὐ μόνον κατὰ τοῦτο ὅτι ἄμεινον ὄντων σοι τῶν θεατῶν καὶ μαρτύρων ἐπιδείξασθαι τὴν ὑπερβολὴν ταύτην, ἀλλʼ ἔτι καὶ κατʼ ἐκεῖνο, ὅτι τηνικαῦτα μὲν σαυτῷ δόξεις βοηθεῖν καὶ κατʼ ἀνάγκας ἀμύνεσθαι, νῦν δʼ ὑπὲρ τῶν κεκληκότων ἐξιέναι καὶ βοηθεῖν τούτοις· ὥστε οὐ μικρὸν κερδανεῖς παρὰ τὴν χάριν. ὅλως δὲ οὐκ ἔστι τοῦ πολέμου ταμίαν γενέσθαι καθʼ ὅσον βούλει μέρος. ἀλλὰ πολλὰ γένοιτʼ ἂν ὧν βούλει μεθʼ ὧν οὐκ ἂν δέξαιο. πεσεῖταί τις καὶ τῶν πάνυ σοι κεχαρισμένων. καὶ τοὺς μὲν ἄλλους ἐῶ, ἀλλʼ ἡμᾶς τουτουσὶ οὓς προσεῖπας φιλτάτους, καὶ οὓς ἀνέστης ἰδὼν, καὶ οἷς τὸν κρατῆρα ἔστησας καὶ προεῖπας ζωρότερον εἶναι, τί κωλύει καὶ ἡμᾶς αὔριον κεῖσθαι τηνικάδε ὁμοῦ τοῖς ἄλλοις ἀναμεμιγμένους, καὶ μεθʼ ὧν νῦν σπένδεις, ἀπὸ τούτων ῥυῆναι τὴν γῆν αἵματι καὶ κρατῆρας ἐν Ἕκτορος ἵστασθαι ἐπινικίους καὶ παιᾶνας ᾁδεσθαι σοῦ ζῶντος ὦ Ζεῦ; τί δʼ, ἂν ἅμα ταῖς σκηναῖς ἐχομέναις καὶ ταῖς ναυσὶν ἐμπιμπραμέναις καὶ τὴν περιπόθητον ταύτην